Deuteronomy 18

CHAPTER 18

Concerning Levites

ουκ έσται τοις ιερεύσι τοις Λευίταις όλη φυλή Λευί μερίς ουδέ κλήρος μετά Ισραήλ καρπώματα κυρίου ο κλήρος αυτών φάγονται αυτά κλήρος δε ουκ έσται αυτώ εν τοις αδελφοίς αυτού κύριος αυτός κλήρος αυτού καθότι είπεν αυτώ και αύτη η κρίσις των ιερέων τα παρά του λαού παρά των θύοντων τας θυσίας εάν τε μόσχον εάν τε πρόβατον και δώσεις τον βραχίονα τω ιερεί και τα σιαγόνια και το ένυστρον και τας απαρχάς του σίτου σου και του οίνου σου και του ελαίου σου και την απαρχήν των κουρών των προβάτων σου δώσεις αυτώ ότι αυτόν εξελέξατο κύριος ο θεός σου εκ πασών των φυλών σου παρεστάναι έναντι κυρίου του θεού λειτουργείν επί τω ονόματι κυρίου αυτός και οι υιοί αυτού πάσας τας ημέρας εάν δε παραγένηται ο Λευίτης εκ μιάς των πόλεων υμών εκ πάντων των υιών Ισραήλ ου αυτός παροικεί καθ΄ ότι επιθυμεί η ψυχή αυτού εις τον τόπον ον αν εκλέξηται κύριος και λειτουργήσει τω ονόματι κυρίου του θεού αυτού ώσπερ πάντες οι αδελφοί αυτού οι Λευίται οι παρεστηκότες εκεί έναντι κυρίου μερίδα μεμερισμένην φάγεται πλην της πράσεως της κατά πατριάν

Abomination of the Nations

εάν δε εισέλθης εις την γην ην κύριος ο θεός σου δίδωσί σοι ου μαθήση ποιείν κατά τα βδελύγματα των εθνών εκείνων 10 ουχ ευρεθήσεται εν σοι περικαθαίρων τον υιόν αυτού η την θυγατέρα αυτού εν πυρί μαντευόμενος μαντείαν κληδονιζόμενος και οιωνιζόμενος 11 φαρμακός επάδων επαοιδήν εγγαστρίμυθος και τερατοσκόπος επερωτών τους νεκρούς 12 έστι γαρ βδέλυγμα κυρίω τω θεώ σου πας ποιών ταύτα ένεκε γαρ των βδελυγμάτων τούτων κύριος ο θεός σου εξολοθρεύσει αυτούς από προσώπου σου 13 τέλειος έση εναντίον κυρίου του θεού σου 14 τα γαρ έθνη ταύτα ους συ κατακληρονομείς αυτούς ούτοι κληδονισμών και μαντειών ακούσονται σοι δε ουχ ούτως έδωκε κύριος ο θεός σου

Concerning Prophets

15 προφήτην εκ των αδελφών σου ως εμέ αναστήσει σοι κύριος ο θεός σου αυτού ακούσεσθε 16 κατά πάντα όσα ητήσω παρά κυρίου του θεού σου εν Χωρήβ τη ημέρα της εκκλησίας λέγοντες ου προσθήσομεν ακούσαι την φωνήν κυρίου του θεού σου και το πυρ τούτο το μέγα ουκ οψόμεθα έτι ουδέ μη αποθάνωμεν 17 και είπε κύριος προς με ορθώς πάντα όσα ελάλησαν 18 προφήτην αναστήσω αυτοίς εκ μέσου των αδελφών αυτών ώσπερ σε και δώσω το ρήμά μου εν τω στόματι αυτού και λαλήσει αυτοίς καθ΄ ότι αν εντείλωμαι αυτώ 19 και ο άνθρωπος ος αν μη ακούση των λόγων αυτού όσα αν λαλήση ο προφήτης επί τω ονόματί μου εγώ εκδικήσω εξ αυτού 20 πλην ο προφήτης ος αν ασεβήση λαλήσαι ρήμα επί τω ονόματί μου ο ου προσέταξα αυτώ λαλήσαι και ος αν λαλήση επ΄ ονόματι θεών ετέρων αποθανείται ο προφήτης εκείνος 21 εάν δε είπης εν τη καρδία σου πως γνωσόμεθα το ρήμα ο ουκ ελάλησε κύριος 22 όσα αν λαλήση ο προφήτης επί τω ονόματι κυρίου και μη γένηται το ρήμα και μη συμβή τούτο το ρήμα ο ουκ ελάλησε κύριος εν ασεβεία ελάλησεν ο προφήτης ουκ αφέξεσθε απ΄ αυτού
Copyright information for ABPGRK