Deuteronomy 23

CHAPTER 23

Social Laws

ουκ εισελεύσεται θλαδίας ουδέ αποκεκομμένος εις την εκκλησίαν κυρίου ουκ εισελεύσεται εκ πόρνης εις εκκλησίαν κυρίου έως δεκάτης γενεάς ουκ εισελεύσεται Αμμανίτης και Μωαβίτης εις εκκλησίαν κυρίου και έως δεκάτης γενεάς ουκ εισελεύσεται εις την εκκλησίαν κυρίου και έως εις τον αιώνα παρά το μη συναντήσαι αυτούς υμίν μετά άρτων και ύδατος εν τη οδώ εκπορευομένων υμών εξ Αιγύπτου και ότι εμισθώσαντο επί σε τον Βαλαάμ υιόν Βεώρ εκ της Μεσοποταμίας καταράσθαί σε και ουκ ηθέλησε κύριος ο θεός σου εισακούσαι του Βαλαάμ και μετέστρεψε κύριος ο θεός σου τας κατάρας εις ευλογίας ότι ηγάπησέ σε κύριος ο θεός σου ου προσαγορεύσεις ειρηνικά αυτοίς και συμφέροντα αυτοίς πάσας τας ημέρας σου εις τον αιώνα ου βδελύξη Ιδουμαίον ότι αδελφός σου εστίν ου βδελύξη Αιγυπτιον ότι πάροικος εγένου εν τη γη αυτού υιοί εάν γεννηθώσιν αυτοίς γενεά τρίτη εισελεύσονται εις εκκλησίαν κυρίου εάν δε εξέλθης παρεμβαλείν επί τους εχθρούς σου και φυλάξη από παντός πονηρού ρήματος 10 εάν η εν σοι άνθρωπος ος ουκ έστι καθαρός εκ ρύσεως αυτού νυκτός και εξελεύσεται έξω της παρεμβολής και ουκ εισελεύσεται εις την παρεμβολήν 11 και έσται το προς εσπέραν λούσεται το σώμα αυτού ύδατι και δεδυκότος ηλίου εισελεύσεται εις την παρεμβολήν 12 και τόπος έσται σοι έξω της παρεμβολής και εξελεύση εκεί έξω 13 και πάσσαλος έσται σοι επί της ζώνης σου και έσται όταν διακαθιζάνης έξω και ορύξεις εν αυτώ και επαγαγών καλύψεις την ασχημοσύνην σου εν αυτώ 14 ότι κύριος ο θεός σου εμπεριπατεί εν τη παρεμβολή σου εξελέσθαι σε και παραδούναι τον εχθρόν σου προ προσώπου σου και έσται η παρεμβολή σου αγία και ουκ οφθήσεται εν σοι ασχημοσύνη πράγματος και αποστρέψει από σου 15 ου παραδώσεις παίδα τω κυρίω αυτού ος προστέθειταί σοι παρά του κυρίου αυτού 16 μετά σου κατοικήσει εν υμίν εν παντί τόπω ου αν αρέση αυτώ ου θλίψεις αυτόν 17 ουκ έσται πόρνη από θυγατέρων Ισραήλ και ουκ έσται πορνεύων από υιών Ισραήλ 18 ου προσοίσεις μίσθωμα πόρνης ουδέ άλλαγμα κυνός εις τον οίκον κυρίου του θεού σου προς πάσαν ευχήν ότι βδέλυγμα κυρίω τω θεώ σου εστί και αμφότερα 19 ουκ εκτοκιείς τω αδελφώ σου τόκον αργυρίου και τόκον βρωμάτων και τόκον παντός πράγματος ου αν εκδανείσης 20 τω αλλοτρίω εκτοκιείς τω δε αδελφώ σου ουκ εκτοκιείς ίνα ευλογήση σε κύριος ο θεός σου εν πάσι τοις έργοις σου επί της γης εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν 21 εάν δε εύξη ευχήν κυρίω τω θεώ σου ου χρονιείς αποδούναι αυτήν ότι εκζητών εκζητήσει κύριος ο θεός σου παρά σου και έσται εν σοι αμαρτία 22 εάν δε μη θέλης εύξασθαι ουκ έστι σοι αμαρτία 23 τα εκπορευόμενα διά των χειλέων σου φυλάξη και ποιήσεις ον τρόπον ηύξω κυρίω τω θεώ σου δόμα ο ελάλησας τω στόματί σου 24 εάν δε εισέλθης εις τον αμπελώνα του πλησίον σου φαγή σταφυλήν όσον ψυχήν σου εμπλησθήναι εις δε άγγος ουκ εμβάλείς 25 εάν δε εισέλθης εις αμητόν του πλησίον σου και συλλέξεις εν ταις χερσί σου στάχυς και δρέπανον ου μη επιβάλης επί τον αμητόν του πλησίον σου
Copyright information for ABPGRK