Deuteronomy 26

CHAPTER 26

First-fruits

και έσται όταν εισέλθης εις την γην ην κύριος ο θεός σου δίδωσί σοι εν κλήρω κατακληρονομήσαι αυτήν και κατοικήσης επ΄ αυτής και λήψη από της απαρχής των καρπών της γης σου ης κύριος ο θεός σου δίδωσι εν κλήρω και εμβαλείς εις κάρταλλον και πορεύση εις τον τόπον ον αν εκλέξηται κύριος ο θεός σου επικληθήναι το όνομα αυτού εκεί και ελεύση προς τον ιερέα ος αν η εν ταις ημέραις εκείναις και ερείς προς αυτόν αναγγέλλω σήμερον κυρίω τω θεώ σου ότι εισελήλυθα εις την γην ην ώμοσε κύριος τοις πατράσιν ημών δούναι ημίν και λήψεται ο ιερεύς τον κάρταλλον εκ των χειρών σου και θήσει αυτόν απέναντι του θυσιαστηρίου κυρίου του θεού σου και αποκριθήση και ερείς έναντι κυρίου του θεού σου Συρίαν απέβαλεν ο πατήρ μου και κατέβη εις Αίγυπτον και παρώκησεν εκεί εν αριθμώ βραχεί και εγένετο εκεί εις έθνος μέγα και πλήθος πολύ και εκάκωσαν ημάς οι Αιγύπτιοι και εταπείνωσαν ημάς και επέθηκαν ημίν έργα σκληρά και ανεβοήσαμεν προς κύριον τον θεόν των πατέρων ημών και εισήκουσε κύριος της φωνής ημών και είδε την ταπείνωσιν ημών και τον μόχθον ημών και τον θλιμμόν ημών και εξήγαγεν ημάς κύριος εξ Αιγύπτου εν ισχύϊ τη μεγάλη και εν χειρί κραταιά και εν βραχίονι υψηλώ και εν οράμασι μεγάλοις και εν σημείοις και εν τέρασι και εισήγαγεν ημάς εις τον τόπον τουτον και έδωκεν ημίν την γην ταύτην γην ρέουσαν γάλα και μέλι 10 και νυν ιδού ενήνοχα την απαρχήν των γενημάτων της γης ης έδωκας μοι κύριε και αφήσεις αυτό απέναντι κυρίου του θεού σου και προσκυνήσεις έναντι κυρίου του θεού σου 11 και ευφρανθήση εν πάσι τοις αγαθοίς οις έδωκέ σοι κύριος ο θεός σου και τη οικία σου συ και ο Λευίτης και ο προσήλυτος ο εν σοι

The Tithe

12 εάν δε συντελέσης αποδεκατώσαι παν το επιδέκατον των γενημάτων της γης σου εν τω έτει τω τρίτω το δεύτερον επιδέκατον δώσεις τω Λευίτη και τω προσηλύτω και τω ορφανώ και τη χήρα και φάγονται εν ταις πόλεσί σου και εμπλησθήσονται 13 και ερείς έναντι κυρίου του θεού σου εξεκάθαρα τα άγια εκ της οικίας μου και έδωκα αυτά τω Λευίτη και τω προσηλύτω και τω ορφανώ και τη χήρα κατά πάσας τας εντολάς σου ας ενετείλω μοι ου παρήλθον την εντολήν σου και ουκ επελαθόμην 14 και ουκ έφαγον εν οδύνη μου απ΄ αυτών ουκ εκάρπωσα απ αυτών εις ακάθαρτον ουκ έδωκα απ΄ αυτών τω τεθνηκότι υπήκουσα της φωνής κυρίου του θεού μου εποίησα καθά ενετείλω μοι 15 κάτιδε εκ του οίκου του αγίου σου εκ του ουρανού και ευλόγησον τον λαόν σου τον Ισραήλ και την γην ην έδωκας αυτοίς καθά ώμοσας τοις πατράσιν ημών δούναι ημίν γην ρέουσαν γάλα και μέλι 16 εν τη ημέρα ταύτη κύριος ο θεός σου ενετείλατό σοι ποιήσαι πάντα τα δικαιώματα ταύτα και τα κρίματα και φυλάξεσθε και ποιήσετε αυτά εξ όλης της καρδίας υμών και εξ όλης της ψυχής υμών 17 τον θεόν είλου σήμερον είναί σου θεόν και πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού και φυλάσσεσθαι τα δικαιώματα και τας εντολάς και τα κρίματα αυτού και υπακούειν της φωνής αυτού 18 και κύριος είλατό σε σήμερον γενέσθαι σε αυτώ λαόν περιούσιον καθάπερ είπε σοι φυλάττειν πάσας τας εντολάς αυτού 19 και είναί σε υπεράνω πάντων των εθνών ως εποίησέ σε ονομαστόν και καύχημα και δοξαστόν είναί σε λαόν άγιον κυρίω τω θεώ σου καθώς ελάλησε
Copyright information for ABPGRK