Deuteronomy 27

CHAPTER 27

Stones in the Jordan

και προσέταξε Μωυσής και η γερουσία Ισραήλ λέγων φυλάσσεσθε πάσας τας εντολάς όσας εγώ εντέλλομαι υμίν σήμερον και έσται η αν ημέρα διαβήτε τον Ιορδάνην εις την γην ην κύριος ο θεός σου δίδωσί σοι και στήσεις σεαυτώ λίθους μεγάλους και κονιάσεις αυτούς κονία και γράψεις επί των λίθων πάντας τους λόγους του νόμου τούτου ως αν διαβήτε τον Ιορδάνην ηνίκα αν εισέλθης εις την γην ην κύριος ο θεός σου δίδωσί σοι γην ρέουσαν γάλα και μέλι ον τρόπον είπε κύριος ο θεός των πατέρων σου σοι και έσται ως αν διαβήτε τον Ιορδάνην στήσετε τους λίθους τούτους ους εγώ εντέλλομαι υμίν σήμερον εν όρει Γεβάλ και κονιάσεις αυτούς κονία και οικοδομήσεις εκεί θυσιαστήριον κυρίω τω θεώ σου θυσιαστήριον εκ λίθων ουκ επιβαλείς επ΄ αυτούς σίδηρον λίθους ολοκλήρους οικοδομήσεις το θυσιαστήριον κυρίω τω θεώ σου και ανοίσεις επ΄ αυτό ολοκαυτώματα κυρίω τω θεώ σου και θύσεις θυσίαν σωτηρίου και φαγή εκεί και εμπλησθήση και ευφρανθήση έναντι κυρίου του θεού σου και γράψεις επί των λίθων πάντα τον νόμον τούτον σαφώς σφόδρα και ελάλησε Μωυσής και οι ιερείς οι Λευίται παντί Ισραήλ λέγοντες σιώπα και άκουε Ισραήλ εν τη ημέρα ταύτη γέγονας εις λαόν κυρίω τω θεώ σου 10 και εισακούση της φωνής κυρίου του θεού σου και ποιήσεις πάσας τας εντολάς αυτού και τα δικαιώματα αυτού α εγώ εντέλλομαί σοι σήμερον 11 και ενετείλατο Μωυσής τω λαώ εν τη ημέρα εκείνη λέγων 12 ούτοι στήσονται ευλογείν τον λαόν εν όρει Γαριζίν διαβάντες τον Ιορδάνην Συμεών Λευί Ιούδας Ισσάχαρ Ιωσήφ και Βενιαμίν

Curses from Mount Ebal

13 και ούτοι στήσονται επί της κατάρας εν όρει Γεβάλ Ρουβήν Γαδ και Ασήρ Ζαβουλών Δαν και Νεφθαλί 14 και αποκριθέντες ερούσιν οι Λευίται παντί Ισραήλ φωνή μεγάλη 15 επικατάρατος άνθρωπος όστις ποιήσει γλυπτόν και χωνευτόν βδέλυγμα κυρίω έργον χειρών τεχνίτου και θήσει αυτό εν αποκρύφω και αποκριθείς πας ο λαός ερεί γένοιτο 16 επικατάρατος ο ατιμάζων πατέρα αυτού η μητέρα αυτού και ερούσι πας ο λαός γένοιτο 17 επικατάρατος ο μετατιθείς όρια του πλησίον και ερούσι πας ο λαός γένοιτο 18 επικατάρατος ο πλανών τυφλόν εν οδώ και ερούσι πας ο λαός γένοιτο 19 επικατάρατος ος αν εκκλίνη κρίσιν προσηλύτου και ορφανού και χήρας και ερούσι πας ο λαός γένοιτο 20 επικατάρατος ο κοιμώμενος μετά γυναικός του πατρός αυτού ότι απεκάλυψε συγκάλυμμα του πατρός αυτού και ερούσι πας ο λαός γένοιτο 21 επικατάρατος ο κοιμώμενος μετά παντός κτήνους και ερούσι πας ο λαός γένοιτο 22 επικατάρατος ο κοιμώμενος μετά αδελφής εκ πατρός η μητρός αυτού και ερούσι πας ο λαός γένοιτο 23 επικατάρατος ο κοιμώμενος μετά πενθεράς αυτού και ερούσι πας ο λαός γένοιτο επικατάρατος ο κοιμώμενος μετά αδελφής γυναικός αυτού και ερούσι πας ο λαός γένοιτο 24 επικατάρατος ο τύπτων τον πλησίον δόλω και ερούσι πας ο λαός γένοιτο 25 επικατάρατος ος αν λάβη δώρα πατάξαι ψυχήν αίματος αθώου και ερούσι πας ο λαός γένοιτο 26 επικατάρατος πας άνθρωπος όστις ουκ εμμενεί εν πάσι τοις λόγοις του νόμου τούτου του ποιήσαι αυτούς και ερούσι πας ο λαός γένοιτο
Copyright information for ABPGRK