Deuteronomy 28

CHAPTER 28

Blessings from Mount Gerizim

εάν ακοή ακούσητε της φωνής κυρίου του θεού υμών φυλάσσειν και ποιείν πάσας τας εντολάς αυτού ας εγώ εντέλλομαί σοι σήμερον και δώσει σε κύριος ο θεός σου υπεράνω πάντων των εθνών της γης και ήξουσιν επί σε πάσαι αι ευλογίαι αύται και ευρήσουσί σε εάν ακοή εισακούση της φωνής κυρίου του θεού σου ευλογημένος συ εν πόλει και ευλογημένος συ εν αγρώ ευλογημένα τα έκγονα της κοιλίας σου και τα γενήματα της γης σου και τα βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου ευλογημέναι αι αποθήκαί σου και τα εγκαταλείμματά σου ευλογημένος συ εν τω εισπορεύεσθαί σε και ευλογημένος συ εν τω εκπορεύεσθαί σε παραδώσει κύριος ο θεός σου τους εχθρούς σου τους ανθεστηκότας σοι συντετριμμένους προ προσώπου σου οδώ μία εξελεύσονται προς σε και εν επτά οδοίς φεύξονται από προσώπου σου αποστείλαι κύριος επί σε την ευλογίαν εν τοις ταμείοις σου και εν πάσιν ου αν επιβάλης την χείρά σου και ευλογήσει σε επί της γης ης κύριος ο θεός σου δίδωσί σοι αναστήσαι σε κύριος ο θεός σου εαυτώ λαόν άγιον ον τρόπον ώμοσε τοις πατράσι σου εάν εισακούσης της φωνής κυρίου του θεού σου και πορευθής εν ταις οδοίς αυτού 10 και όψονταί σε πάντα τα έθνη της γης ότι το όνομα κυρίου επικέκληταί σοι και φοβηθήσονταί σε 11 και πληθυνεί σε κύριος ο θεός σου εις αγαθά επί τοις εκγόνοις της κοιλίας σου και επί τοις εκγόνοις των κτηνών σου και επί τοις γενήμασι της γης σου επί της γης ης ώμοσε κύριος τοις πατράσι σου δούναί σοι 12 ανοίξαι σοι κύριος τον θησαυρόν αυτού τον αγαθόν τον ουρανόν δούναι τον υετόν τη γη σου επί καιρού αυτού ευλογήσαι πάντα τα έργα των χειρών σου και δανιείς έθνεσι πολλοίς συ δε ου δανειή και άρξεις συ εθνών πολλών σου δε ουκ άρξουσι 13 καταστήσαι σε κύριος ο θεός σου εις κεφαλήν και μη εις ουράν και έση τότε επάνω και ουκ έση υποκάτω εάν εισακούσης των εντολών κυρίου του θεού σου όσας εγώ εντέλλομαί σοι σήμερον φυλάσσειν και ποιείν 14 ου παραβήση από πάντων των λόγων ων εγώ εντέλλομαί σοι σήμερον δεξιά η αριστερά πορεύεσθαι οπίσω θεών ετέτων λατρεύειν αυτοίς

Results from the Curse

15 και έσται εάν μη εισακούσης της φωνής κυρίου του θεού σου φυλάσσειν και ποιείν πάσας τας εντολάς αυτού όσας εγώ εντέλλομαί σοι σήμερον και ελεύσονται επί σε πάσαι αι κατάραι αύται και καταλήψονταί σε 16 επικατάρατος συ εν πόλει και επικατάρατος συ εν αγρώ 17 επικατάρατοι αι αποθήκαί σου και τα εγκαταλείμματά σου 18 επικατάρατα τα έκγονα της κοιλίας σου και τα γενήματα της γης σου τα βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου 19 επικατάρατος συ εν τω εισπορεύεσθαί σε και επικατάρατος συ εν τω εκπορεύεσθαί σε 20 εξαποστείλαι κύριος επί σε την ένδειαν και την εκλιμίαν και την ανάλωσιν επί πάντα ου εάν επιβάλης την χείρά σου όσα αν ποιής έως αν εξολοθρεύση σε και έως αν απολέση σε εν τάχει διά τα πονηρά επιτηδεύματά σου διότι εγκατέλιπές με 21 προσκολλήσαι κύριος εις σε τον θάνατον έως αν εξαναλώση σε από της γης εις ην συ εισπορεύη εκεί κληρονομήσαι αυτήν 22 πατάξαι σε κύριος εν αποριά και πυρετώ και ρίγει και ερεθισμώ και φόνω και ανεμοφθορία και τη ώχρα και καταδιώξονταί σε έως αν απολέσωσί σε 23 και έσται σοι ο ουρανός ο υπέρ κεφαλής σου χαλκούς και η γη η υποκάτω σου σιδηρά 24 δωή κύριος τον υετόν της γης σου κονιορτόν και χους εκ του ουρανού καταβήσεται επί σε έως αν εκτρίψη σε και έως αν απολέση σε 25 δώη σε κύριος επί κοπήν εναντίον των εχθρών σου εν οδώ μία εξελεύση προς αυτούς και εν επτά οδοίς φεύξη από προσώπου αυτών και έση εν διασπορά εν πάσαις βασιλείαις της γης 26 και έσονται οι νεκροί υμών κατάβρωμα τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης και ουκ έσται ο αποσοβών 27 πατάξαι σε κύριος εν έλκει Αιγυπτίω εις ταις έδραις και ψώρα αγρία και κνήφη ώστε μη δύνασθαί σε ιαθήναι 28 πατάξαι σε κύριος παραπληξία και αορασία και εκστάσει διανοίας 29 και έση ψηλαφών μεσημβρίας ωσεί τις ψηλαφήσαι ο τυφλός εν τω σκότει και ουκ ευοδώσει τας οδούς σου και έση τότε αδικούμενος και διαρπαζόμενος πάσας τας ημέρας και ουκ έσται σοι ο βοηθών 30 γυναίκα λήψη και ανήρ έτερος έξει αυτήν οικίαν οικοδομήσεις και ουκ οικήσεις εν αυτή αμπελώνα φυτεύσεις και ου μη τρυγήσεις αυτόν 31 ο μόσχος σου εσφαγμένος εναντίον σου και ου φαγή εξ αυτού ο όνος σου ηρπασμένος από σου και ουκ αποδοθήσεταί σοι τα πρόβατά σου δεδομένα τοις εχθροίς σου και ουκ έσται σοι ο βοηθών 32 οι υιοί σου και αι θυγατέρες σου δεδομέναι έθνει ετέρω και οι οφθαλμοί σου όψονται σφακελίζοντες εις αυτά και ουκ ισχύσει η χειρ σου 33 τα εκφόρια της γης σου και πάντας τους πόνους σου φάγεται έθνος ο ουκ επίστασαι και έση αδικούμενος και τεθραυσμένος πάσας τας ημέρας 34 και έση παράπληκτος διά τα οράματα των οφθαλμών σου α βλέψη 35 πατάξαι σε κύριος εν έλκει πονηρώ επί τα γόνατα και επί τας κνήμας ώστε μη δύνασθαι ιαθήναί σε από ίχνους των ποδών σου έως της κορυφής σου 36 απαγάγοι κύριος σε και τους αρχοντάς σου ους αν καταστήσης επί σεαυτόν επ΄ έθνος ο ουκ επίστασαι συ και οι πατέρες σου και λατρεύσεις εκεί θεοίς ετέροις ξύλοις και λίθοις 37 και έση εκεί εν αινίγματι και παραβολή και διηγήματι εν πάσι τοις έθνεσιν εις ους αν απαγάγη σε κύριος εκεί 38 σπέρμα πολύ εξοίσεις εις το πεδίον και ολίγα εισοίσεις ότι κατέδεται αυτά η ακρίς 39 αμπελώνα φυτεύσεις και κατεργά και οίνον ου πίεσαι ουδέ ευφρανθήση εξ αυτού ότι καταφάγεται αυτά ο σκώληξ 40 ελαίαι έσονταί σοι εν πάσι τοις ορίοις σου και έλαιον ου χρίση ότι εκρυήσεται η ελαία σου 41 υιούς και θυγατέρας γεννήσεις και ουκ έσονταί σοι απελεύσονται γαρ εν αιχμαλωσία 42 πάντα τα ξύλινά σου και τα γενήματα της γης σου εξαναλώσει η ερυσίβη 43 ο προσήλυτος ος εστιν εν σοι αναβήσεται επί σε άνω άνω συ δε καταβήση κάτω κάτω 44 ούτος δανιεί σοι συ δε τούτω ου δανειείς ούτος έσται εις κεφαλήν συ δε έση εις ουράν 45 και ελεύσονται επί σε πάσαι αι κατάραι αύται και καταδιώξονταί σε και καταλήψονταί σε έως αν εξολοθρεύση σε και έως αν απολέση σε ότι ουκ εισήκουσας της φωνής κυρίου του θεού σου φυλάσσεσθαι τας εντολάς αυτού και τα δικαιώματα αυτού όσα ενετείλατό σοι 46 και έσται εν σοι σημεία και τέρατα και εν τω σπέρματί σου έως του αιώνος 47 ανθ΄ ων ουκ ελάτρευσας κυρίω τω θεώ σου εν ευφροσύνη και εν αγαθή καρδία διά το πλήθος πάντων 48 και λατρεύσεις τοις εχθροίς σου ους επαποστελεί κύριος επί σε εν λιμώ και εν δίψει και εν γυμνότητι και εν εκλείψει πάντων και επιθήσει κλοιόν σιδηρούν επί τον τράχηλόν σου έως αν εξολοθρεύση σε 49 επάξει επί σε κύριος έθνος μακρόθεν απ΄ εσχάτου της γης ωσεί όρμημα αετού έθνος ου ουκ ακούση της φωνής αυτού 50 έθνος αναιδές προσώπω όστις ου θαυμάσει πρόσωπον πρεσβύτου και νέον ουκ ελεήσει 51 και κατέδεται τα έκγονα των κτηνών σου και τα γενήματα της γης σου ώστε μη καταλιπείν σοι σίτον οίνον έλαιον βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου έως αν απολέση σε 52 και εκτρίψη σε εν πάσαις ταις πόλεσί σου έως αν καθαιρεθώσι τα τείχη σου τα υψηλά και τα οχυρά εφ΄ οις συ πέποιθας επ΄ αυτοίς εν πάση τη γη σου και θλίψει σε εν πάσαις ταις πόλεσί σου αις έδωκέ σοι κύριος ο θεός σου 53 και φαγή τα έκγονα της κοιλίας σου κρέα υιών σου και θυγατέρων σου όσα έδωκέ σοι κύριος ο θεός σου εν τη στενοχωρία σου και εν τη θλίψει σου η θλίψει σε ο εχθρός σου 54 ο απαλός εν σοι και ο τρυφερός σφόδρα βασκανεί τω οφθαλμώ αυτού τον αδελφόν αυτού και την γυναίκα την εν τω κόλπω αυτού και τα καταλελειμμένα τέκνα α αν καταλειφθή αυτώ 55 ώστε δούναι ενί αυτών από των σαρκών των τέκνων αυτού ων αν κατέσθη διά το μη καταλειφθήναι αυτώ ουδέν εν τη στενοχωρία και εν τη θλίψει η αν θλίψωσί σε οι εχθροί σου εν πάσαις ταις πόλεσί σου 56 και η απαλή εν υμίν και η τρυφερά σφόδρα ης ουχί πείραν έλαβεν ο πους αυτής βαίνειν επί της γης διά την τρυφερότητα και διά την απαλότητα βασκανεί τω οφθαλμώ αυτής τον άνδρα αυτής τον εν κόλπω αυτής και τον υιόν και την θυγατέρα αυτής 57 και το χόριον αυτής το εξελθόν διά των μηρών αυτής και το τέκνον αυτής ο αν τέκη καταφάγεται γαρ αυτά διά την ένδειαν πάντων κρυφή εν τη στενοχωρία και εν τη θλίψει η θλίψει σε ο εχθρός σου εν ταις πόλεσί σου 58 εάν μη εισακούσητε ποιείν πάντα τα ρήματα του νόμου τούτου τα γεγραμμένα εν τω βιβλίω τούτω φοβείσθαι το όνομα το έντιμον και το θαυμαστόν τούτο κύριον τον θεόν σου 59 και παραδοξάσει κύριος τας πληγάς σου και τας πληγάς του σπέρματός σου πληγάς μεγάλας και θαυμαστάς και νόσους πονηράς και πιστάς 60 και επιστρέψει επί σε πάσαν την οδύνην Αιγύπτου την πονηράν ην διευλαβού από προσώπου αυτών και κολληθήσονται εν σοι 61 και πάσαν μαλακίαν και πάσαν πληγήν την μη γεγραμμένην και πάσαν την γεγραμμένην εν τω βιβλίω του νόμου τούτου επάξει κύριος επί σε έως αν εξολοθρεύση σε 62 και καταλειφθήσεσθε εν αριθμώ βραχεί ανθ΄ ων ότι ήτε ωσεί τα άστρα του ουρανού εις πλήθος ότι ουκ εισηκούσατε της φωνής κυρίου του θεού υμών 63 και έσται ον τρόπον ευφράνθη κύριος εφ΄ υμίν ευ ποιήσαι υμάς και πληθύναι υμάς ούτως ευφρανθήσεται κύριος εφ΄ υμίν εξολοθρεύσαι υμάς και εξαρθήσεσθε από της γης εις ην υμείς εισπορεύεσθε εκεί κληρονομήσαι αυτήν 64 και διασπερεί σε κύριος ο θεός σου εις πάντα τα έθνη απ΄ άκρου της γης έως άκρου της γης και δουλεύσεις εκεί θεοίς ετέροις ξύλοις και λίθοις οις ουκ ηπίστω συ και οι πατέρες σου 65 αλλά και εν τοις έθνεσιν εκείνοις ουκ αναπαύσει σε ουδ΄ ου μη γένηται στάσις τω ίχνει του ποδός σου και δώσει σοι κύριος εκεί καρδίαν ετέραν αθυμούσαν και εκλείποντας οφθαλμούς και τηκομένην ψυχήν 66 και έσται η ζωή σου κρεμαμένη απέναντι των οφθαλμών σου και φοβηθήση ημέρας και νυκτός και ου πιστεύσεις τη ζωή σου 67 τοπρωϊ ερείς πως αν γένοιτο εσπέρα και το εσπέρας ερείς πως αν γένοιτο πρωϊ από του φόβου της καρδίας σου ου φοβηθήση και από των οραμάτων των οφθαλμών σου ων όψη 68 και αποστρέψει σε κύριος εις Αίγυπτον εν πλοίοις και εν τη οδώ η είπα ου προσθήσεσθε έτι ιδείν αυτήν και πραθήσεσθε εκεί τοις εχθροίς υμών εις παίδας και παιδίσκας και ουκ έσται ο κτώμενος
Copyright information for ABPGRK