Deuteronomy 29

CHAPTER 29

The LORD Preserves Israel

1ούτοι οι λόγοι της διαθήκης ους ενετείλατο κύριος Μωυσή στήσαι τοις υιοίς Ισραήλ εν γη Μωάβ πλην της διαθήκης ης διέθετο αυτοίς εν Χωρήβ 2και εκάλεσε Μωυσής πάντας τους υιούς Ισραήλ και είπε προς αυτούς υμείς εωράκατε πάντα όσα εποίησε κύριος ο θεός υμών εν γη Αιγύπτω ενώπιον υμών Φαραώ και τοις θεράπουσιν αυτού και πάση τη γη αυτού 3τους πειρασμούς τους μεγάλους ους εωράκασιν οι οφθαλμοί σου τα σημεία και τα τέρατα τα μεγάλα εκείνα την χείρα την κραταιάν και τον βραχίονα τον υψηλόν 4και ουκ έδωκε κύριος ο θεός υμίν καρδίαν ειδέναι και οφθαλμούς βλέπειν και ώτα ακούειν έως της ημέρας ταύτης 5και ήγαγεν υμάς τεσσαράκοντα έτη εν τη ερήμω ουκ επαλαιώθη τα ιμάτια υμών και τα υποδήματα υμών ου κατετρίβη από των ποδών υμών 6άρτον ουκ εφάγετε οίνον και σίκερα ουκ επίετε ίνα γνώτε ότι ούτος κύριος ο θεός υμών 7και ήλθετε έως του τόπου τούτου και εξήλθε Σηών βασιλεύς Εσεβών και Ωγ βασιλεύς Βασάν εις συνάντησιν ημίν εν πολέμω 8και επατάξαμεν αυτούς και ελάβομεν την γην αυτών και εδώκαμεν αυτήν εν κλήρω τω Ρουβήν και τω Γαδδί και τω ημίσει φυλής Μανασσή

Guard the Covenant

9και φυλάξεσθε πάντας τους λόγους της διαθήκης ταύτης ποιείν αυτούς ίνα συνήτε πάντα όσα ποιείτε 10υμείς εστήκατε πάντες σήμερον έναντι κυρίου του θεού υμών οι αρχίφυλοι υμών και η γερουσία υμών και οι κριταί υμών και οι γραμματοεισαγωγείς υμών πας ανήρ Ισραήλ 11αι γυναίκες υμών και τα τέκνα υμών και ο προσήλυτος ο εν μέσω της παρεμβολής υμών από ξυλοκόπου υμών και έως υδροφόρου υμών 12παρελθείν εν τη διαθήκη κυρίου του θεού σου και εν ταις αραίς αυτού όσα κύριος ο θεός σου διατίθεται προς σε σήμερον 13ίνα στήση σε αυτώ εις λαόν και αυτός έσται σου θεός ον τρόπον είπέ σοι και ον τρόπον ώμοσε τοις πατράσι σου Αβραάμ και Ισαάκ και Ιακώβ 14και ουχ υμίν μόνοις εγώ διατίθεμαι την διαθήκην ταύτην και την αράν ταύτην 15αλλά και τοις ώδε ούσι μεθ΄ υμών σήμερον έναντι κυρίου του θεού υμών και τοις μη ούσι μεθ΄ υμών ώδε σήμερον 16ότι υμείς οίδατε ως κατωκήσαμεν εν γη Αιγύπτω ως παρήλθομεν εν μέσω των εθνών ους παρήλθετε 17και ίδετε τα βδελύγματα αυτών και τα είδωλα αυτών ξύλον και λίθον αργύριον και χρυσίον α εστι παρ΄ αυτοίς 18μη τις εστίν εν υμίν ανήρ η γυνή η πατριά η φυλή τίνος η διάνοια εξέκλινεν από κυρίου του θεού υμών πορεύεσθαι λατρεύειν τοις θεοίς των εθνών εκείνων μη τις εστίν εν υμίν ρίζα άνω φύουσα χολή και πικρία 19και έσται εάν ακούση τα ρήματα της αράς ταύτης και επιφημίσηται εν τη καρδία αυτού λέγων οσιά μοι γένοιτο ότι εν τη αποπλανήσει της καρδίας μου πορεύσομαι ίνα μη συναπολέση ο αμαρτωλός τον αναμάρτητον 20ου μη θελήσει ο θεός ευϊλατεύειν αυτώ αλλ΄ η τότε εκκαυθήσεται οργή κυρίου και ο ζήλος αυτού εν τω ανθρώπω εκείνω και κολληθήσονται εν αυτώ πάσαι αι αραί της διαθήκης ταύτης αι γεγραμμέναι εν τω βιβλίω του νόμου τούτου και εξαλείψει κύριος το όνομα αυτού εκ της υπό τον ουρανόν 21και διαστελεί αυτόν κύριος εις κακά εκ πάντων των υιών Ισραήλ κατά πάσας τας αράς της διαθήκης τας γεγραμμένας εν τω βιβλίω του νόμου τούτου 22και ερούσιν η γενεά η ετέρα οι υιοί υμών οι αναστήσονται μεθ΄ υμάς και ο αλλότριος ος αν έλθη εκ γης μακρόθεν και όψονται τας πληγάς της γης εκείνης και τας νόσους αυτής ας απέστειλε κύριος επ΄ αυτήν 23θείον και άλας κατακεκαυμένον πάσα η γη αυτής ου σπαρήσεται ουδέ ανατελεί ουδέ μη αναβή επ΄ αυτής παν χλωρόν ώσπερ κατεστράφη Σόδομα και Γόμορρα Αδαμά και Σεβωίμ ας κατέστρεψε κύριος εν θυμώ και οργή 24και ερούσι πάντα τα έθνη διατί εποίησε κύριος ούτω τη γη ταύτη τις ο θυμός της οργής ο μέγας ούτος 25και ερούσιν ότι κατέλιπον την διαθήκην κυρίου του θεού των πατέρων αυτών α διέθετο τοις πατράσιν αυτών ότε εξήγαγεν αυτούς εκ γης Αιγύπτου 26και πορευθέντες ελάτρευσαν θεοίς ετέροις και προσεκύνησαν αυτοίς οις ουκ ηπίσταντο ουδέ διένειμεν αυτοίς 27και ωργίσθη θυμώ κύριος επί την γην εκείνην επαγαγείν επ΄ αυτήν κατά πάσας τας αράς τας γεγραμμένας εν τω βιβλίω του νόμου τούτου 28και εξήρεν αυτούς κύριος από της γης αυτών εν θυμώ και οργή και παροξυσμώ μεγάλω σφόδρα και εξέβαλεν αυτούς εις γην ετέραν ωσεί νυν 29τα κρυπτά κυρίω τω θεώ ημών τα δε φανερά ημίν και τοις τέκνοις ημών εις τον αιώνα ποιείν πάντα τα ρήματα του νόμου τούτου
Copyright information for ABPGRK