Deuteronomy 3

CHAPTER 3

Sixty Cities Defeated

και επιστραφέντες ανέβημεν οδόν την εις Βασάν και εξήλθεν Ωγ βασιλεύς της Βασάν εις συνάντησιν ημίν αυτός και πας ο λαός αυτού εις πόλεμον εις Εδραϊμ και είπε κύριος προς με μη φοβηθής αυτόν ότι εις τας χείρας σου παραδέδωκα αυτόν και πάντα τον λαόν αυτού και πάσαν την γην αυτού και ποιήσεις αυτώ ώσπερ εποίησας Σηών βασιλεί των Αμορραίων ος κατώκει εν Εσεβών και παρέδωκεν αυτόν κύριος ο θεός ημών εις τας χείρας ημών και τον Ωγ βασιλέα της Βασάν και πάντα τον λαόν αυτού και επατάξαμεν αυτόν έως του μη καταλιπείν αυτού σπέρμα και εκρατήσαμεν πασών των πόλεων αυτού εν τω καιρώ εκείνω ουκ ην πόλις ην ουκ ελάβομεν παρ΄ αυτών εξήκοντα πόλεις πάντα τα περίχωρα Αργόβ βασιλέως Ωγ εν Βασάν πάσαι αύται πόλεις οχυραί τείχη υψηλά πύλαι και μοχλοί πλην των πόλεων των Φερεζαίων των πολλών σφόδρα εξωλοθρεύσαμεν αυτούς ώσπερ εποιήσαμεν τον Σηών βασιλέα Εσεβών και εξωλοθρεύσαμεν πάσαν πόλιν εξής και τας γυναίκας και τα τέκνα και πάντα τα κτήνη και τα σκύλα των πόλεων επρονομεύσαμεν εαυτοίς και ελάβομεν εν τω καιρώ εκείνω την γην εκ χειρών δύο βασιλέων των Αμορραίων οι ήσαν πέραν του Ιορδάνου από του χειμάρρου Αρνών έως όρους Ερμών οι Φοίνικες επονομάζουσι το Ερμών Σανιώρ και ο Αμορραίος επωνόμασεν αυτό Σανίρ 10 πάσαι πόλεις Μισώρ και πάσα Γαλαάδ και πάσα Βασάν έως Ελκά και Εδραϊν πόλεις βασιλείας του Ωγ εν τη Βασάν 11 ότι πλην Ωγ βασιλεύς Βασάν κατελείφθη από των Ραφαϊν ιδού η κλίνη αυτού κλίνη σιδηρά ιδού αύτη εν τη άκρα των υιών Αμμάν εννέα πηχέων το μήκος αυτής και τεσσάρων πηχέων το εύρος αυτής εν πήχει ανδρός

The Israelites Inherit the Land

12 και την γην εκείνην εκληρονομήσαμεν εν τω καιρώ εκείνω από Αροήρ η εστι παρά το χείλος χειμάρρου Αρνών και το ήμισυ του όρους Γαδαάδ και τας πόλεις αυτού έδωκα τω Ρουβήν και τω Γαδ 13 και το κατάλοιπον του Γαλαάδ και πάσαν την Βασάν βασιλείαν Ωγ έδωκα τω ημίσει φυλής Μανασσή και πάσαν περίχωρον Αργόβ πάσαν Βασάν εκείνην γη Ραφαϊν λογισθήσεται 14 και Ιαήρ υιός Μανασσή έλαβε πάσαν την περίχωρον Αργόβ έως των ορίων Γεσουρί και Μαχαθί και επωνόμασεν αυτάς επί τω ονόματι αυτού την Βασάν Αβώθ Ιαήρ έως της ημέρας ταύτης 15 και τω Μαχίρ έδωκα την Γαλαάδ 16 και τω Ρουβήν και τω Γαδ έδωκα από της Γαλαάδ έως του χειμάρρου Αρνών μέσον του χειμάρρου όριον και έως του Ιαβόκ και ο χειμάρρους όριον τοις υιοίς Αμμάν 17 και η αραβά και ο Ιορδάνης όριον από Χενερέθ και έως θαλάσσης αραβά θαλάσσης αλυκής υπό Ασηδώθ την Φάσγα από ανατολών 18 και ενετειλάμην υμίν εν τω καιρώ εκείνω λέγων κύριος ο θεός υμών δέδωκεν υμίν την γην ταύτην εν κλήρω ενοπλισάμενοι προπορεύεσθε προ προσώπου των αδελφών υμών υιών Ισραήλ πας δυνατός 19 πλην αι γυναίκες υμών και τα τέκνα υμών και τα κτήνη υμών οίδα ότι πολλά κτήνη υμίν κατοικείτωσαν εν ταις πόλεσιν υμών αις έδωκα υμίν 20 έως αν καταπαύση κύριος ο θεός υμών τους αδελφού υμών ώσπερ και υμάς και κατακληρονομήσωσι και αυτοί την γην ην κύριος ο θεός ημών δίδωσιν αυτοίς εν τω πέραν του Ιορδάνου και επαναστραφήσεσθε έκαστος εις την κληρονομίαν αυτού ην δέδωκα υμίν 21 και τω Ιησού ενετειλάμην εν τω καιρώ εκείνω λέγων οι οφθαλμοί υμών εωράκασι πάντα όσα εποίησε κύριος ο θεός ημών τοις δυσί βασιλεύσι τούτοις ούτως ποιήσει κύριος πάσαις ταις βασιλείας εφ΄ αις συ διαβαίνεις εκεί 22 ου φοβηθήσεσθε απ΄ αυτών ότι κύριος ο θεός ημών αυτός πολεμήσει περί υμών 23 και εδεήθην κυρίου εν τω καιρώ εκείνω λέγων 24 κύριε κύριε συ ήρξω δείξαι τω σω θεράποντι την ισχύν σου και την δύναμίν σου και την χείρα την κραταιάν και τον βραχίονα τον υψηλόν τις γαρ εστι θεός εν τω ουρανώ η επί της γης όστις ποιήσει καθά εποίησας συ κατά τα έργα σου και κατά την ισχύν σου 25 διαβάς ουν όψομαι την γην την αγαθήν ταύτην την ούσαν πέραν του Ιορδάνου το όρος τούτο το αγαθόν και τον Αντιλίβανον 26 και υπερείδε κύριος εμέ ένεκεν υμών και ουκ εισήκουσέ μου και είπε κύριος προς με ικανούσθω σοι μη προσθής έτι λαλήσαι προς με τον λόγον τούτον 27 ανάβηθι επί την κορυφήν του λελαξευμένου και ανάβλεψον τοις οφθαλμοίς σου κατά θάλασσαν και βορράν και λίβα και ανατολάς και ίδε τοις οφθαλμοίς σου ότι ου διαβήση τον Ιορδάνην τούτον 28 και έντειλαι Ιησού και κατίσχυσον αυτόν και παρακάλεσον αυτόν ότι ούτος διαβήσεται προ προσώπου του λαού τούτου και αυτός κατακληρονομήσει αυτοίς την γην ην εώρακας 29 και ενεκαθήμεθα εν νάπη σύνεγγυς οίκου Φογώρ
Copyright information for ABPGRK