Deuteronomy 30

CHAPTER 30

Reconciliation

1και έσται ως αν έλθωσιν επί σε πάντα τα ρήματα ταύτα η ευλογία και η κατάρα ην δέδωκα προ προσώπου σου και δέξη εις την καρδίαν σου εν πάσι τοις έθνεσιν ου αν διασκορπίση σε κύριος ο θεός σου εκεί 2και επιστραφήση επί κύριον τον θεόν σου και υπακούση της φωνής αυτού κατά πάντα όσα εγώ εντέλλομαί σοι σήμερον εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου 3και ιάσεται κύριος τας αμαρτίας σου και ελεήσει σε και πάλιν συνάξει σε εκ πάντων των εθνών εις ους διεσκόρπισέ σε κύριος ο θεός σου εκεί 4εάν η η διασπορά σου απ΄ άκρου του ουρανού εώς άκρου του ουρανού εκείθεν συνάξει σε κύριος ο θεός σου και εκείθεν λήψεταί σε 5και εισάξει σε κύριος ο θεός σου εις την γην ην εκληρονόμησαν οι πατέρες σου και κληρονομήσεις αυτήν και ευ σε ποιήσει και πλεοναστόν σε ποιήσει υπέρ τους πατέρας σου 6και περικαθαριεί κύριος την καρδίαν σου και την καρδίαν του σπέρματός σου αγαπάν κύριον τον θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου ίνα ζης συ 7και δώσει κύριος ο θεός σου τας αράς ταύτας επί τους εχθρούς σου και επί τους μισούντάς σε οι εδίωξάν σε 8και συ επιστραφήση και εισακούση της φωνής κυρίου του θεού σου και ποιήσεις τας εντολάς αυτού όσας εγώ εντέλλομαί σοι σήμερον 9και πολυωρήσει σε κύριος ο θεός σου εν παντί έργω των χειρών σου εν τοις εκγόνοις της κοιλίας σου και εν τοις εκγόνοις των κτηνών σου και εν τοις γενήμασι της γης σου ότι επιστρέψει κύριος ο θεός σου ευφρανθήναι επί σε εις αγαθά καθότι ευφράνθη επί τοις πατράσι σου 10εάν εισακούσης της φωνής κυρίου του θεού σου φυλάσσεσθαι τας εντολάς αυτού και τα δικαιώματα αυτού τας γεγραμμένας εν τω βιβλίω του νόμου τούτου εάν επιστραφής επί κύριον τον θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου 11ότι η εντολή αύτη ην εγώ εντέλλομαί σοι σήμερον ουχ υπέρογκός εστιν ουδέ μακράν από σου εστίν 12ουκ εν τω ουρανώ εστί λέγων τις αναβήσεται ημών εις τον ουρανόν και λήψεται ημίν αυτήν και ακούσαντες αυτήν ποιήσομεν 13ουδέ πέραν της θαλάσσης εστί λέγων τις διαπεράσει ημίν εις το πέραν της θαλάσσης και λήψεται ημίν αυτήν και ακούσαντες αυτήν ποιήσομεν 14εγγύς σου εστί το ρήμα σφόδρα εν τω στόματί σου και εν τη καρδία σου και εν ταις χερσί σου ποιείν αυτό 15ιδού δέδωκα προ προσώπου σου σήμερον την ζωήν και τον θάνατον το αγαθόν και το κακόν 16εάν δε εισακούσητε τας εντολάς κυρίου του θεού υμών ας εγώ εντέλλομαί σοι σήμερον αγαπάν κύριον τον θεόν σου πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού και φυλάσσειν τα δικαιώματα αυτού και τας εντολάς αυτού και τας κρίσεις αυτού και ζήσεσθε και πολλοί έσεσθε και ευλογήσει σε κύριος ο θεός σου εν πάση τη γη εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν 17και εάν μεταστή η καρδία σου και μη εισακούσης και πλανηθείς προσκυνήσης θεοίς ετέροις και λατρεύσης αυτοίς 18αναγγέλλω σοι σήμερον ότι απωλεία απολείσθε και ου μη πολυήμεροι γένησθε επί της γης εις ην υμείς διαβαίνετε τον Ιορδάνην εκεί κληρονομήσαι αυτήν 19διαμαρτύρομαι υμίν σήμερον τον τε ουρανόν και την γην την ζωήν και τον θάνατον δέδωκα προ προσώπου υμών την ευλογίαν και την κατάραν και έκλεξαι την ζωήν ίνα ζήσης συ και το σπέρμα σου 20αγαπάν κύριον τον θεόν σου εισακούειν της φωνής αυτού και έχεσθαι αυτού ότι τούτο η ζωή σου και η μακρότης των ημερών σου κατοικείν επί της γης ης ώμοσε κύριος τοις πατράσι σου Αβραάμ και Ισαάκ και Ιακώβ δούναι αυτοίς
Copyright information for ABPGRK