Deuteronomy 31

CHAPTER 31

Moses Gives Exhortation

και συνετέλεσε Μωυσής λαλών πάντας τους λόγους τούτους προς πάντας υιούς Ισραήλ και είπε προς αυτούς εκατόν και είκοσι ετών εγώ ειμι σήμερον ου δυνήσομαι έτι εισπορεύεσθαι και εκπορεύεσθαι κυριός δε είπε προς με ου διαβήση τον Ιορδάνην τούτον κύριος ο θεός σου ο προπορευόμενος προ προσώπου σου αυτός εξολοθρεύσει τα έθνη ταύτα από προσώπου σου και κατακληρονομήσεις αυτούς και Ιησούς ο προπορευόμενος προ προσώπου σου καθά ελάλησε κύριος και ποιήσει κύριος αυτοίς καθώς εποίησε Σηών και Ωγ τοις δυσί βασιλεύσι των Αμορραίων οι ήσαν πέραν του Ιορδάνου και τη γη αυτών καθότι εξωλόθρευσεν αυτούς και παρέδωκεν αυτούς κύριος ενώπιον υμών και ποιήσετε αυτοίς καθότι ενετειλάμην υμίν ανδρίζου και ίσχυε μη φοβού μηδέ δειλιάσης μηδέ πτοηθής από προσώπου αυτών ότι κύριος ο θεός σου ο προπορευόμενος μεθ΄ υμών ου μη σε ανή ουδέ μη σε εγκαταλίπη και εκάλεσε Μωυσής Ιησούν και είπεν αυτώ έναντι παντός Ισραήλ ανδρίζου και ίσχυε συ γαρ εισελεύση προ προσώπου του λαού τούτου εις την γην ην ώμοσε κύριος τοις πατράσιν υμών δούναι αυτοίς και συ κατακληρονομήσεις αυτήν αυτοίς και κύριος ο συμπορεύομενος μετά σου ουκ ανήσει σε ουδέ μη σε εγκαταλίπη μη φοβού μηδέ δειλία και έγραψε Μωυσής τα ρήματα του νόμου τούτου εις βιβλίον και έδωκε αυτό τοις ιερεύσι τοις υιοίς Λευί τοις αίρουσι την κιβωτόν της διαθήκης κυρίου και τοις πρεσβυτέροις των υιών Ισραήλ 10 και ενετείλατο Μωυσής αυτοίς εν τη ημέρα εκείνη λέγων μετά επτά έτη εν καιρώ ενιαυτού αφέσεως εν εορτή σκηνοπηγίας 11 εν τω συμπορεύεσθαι πάντα Ισραήλ οφθήναι ενώπιον κυρίου του θεού υμών εν τω τόπω ω αν εκλέξηται κύριος αναγνώσεσθε τον νόμον τούτον εναντίον παντός Ισραήλ εις τα ώτα αυτών 12 εκκλησίασατε τον λαόν τους άνδρας και τας γυναίκας και τα έκγονα και τον προσήλυτον τον εν ταις πόλεσιν υμών ίνα ακούσωσι και ίνα μάθωσι φοβείσθαι κύριον τον θεόν υμών και ακούσονται ποιείν πάντας τους λόγους του νόμου τούτου 13 και οι υιοί αυτών οι ουκ οίδασιν ακούσονται και μαθήσονται φοβείσθαι κύριον τον θεόν υμών πάσας τας ημέρας όσας αυτοί ζώσιν επί της γης εις ην υμείς διαβαίνετε τον Ιορδάνην εκεί κληρονομήσαι αυτήν 14 και είπε κύριος προς Μωυσήν ιδού εγγίκασιν αι ημέραι του θανάτου σου κάλεσον Ιησούν και στήτε παρά τας θύρας της σκηνής του μαρτυρίου και εντελούμαι αυτώ και επορεύθη Μωυσής και Ιησούς εις την σκηνήν του μαρτυρίου και έστησαν παρά τας θύρας της σκηνής του μαρτυρίου

The Column of Cloud Appears

15 και κατέβη κύριος εν στύλω νεφέλης και έστη επί τας θύρας της σκηνής του μαρτυρίου και έστη ο στύλος της νεφέλης παρά τας θύρας της σκηνής 16 και είπε κύριος προς Μωυσήν ιδού συ κοιμά μετά των πατέρων σου και αναστάς ούτος ο λαός εκπορνεύσει οπίσω θεών αλλοτρίων της γης εις ην ούτος εισπορεύεται εκεί εις αυτήν και καταλείψουσί με και διασκεδάσουσι την διαθήκην μου ην διεθέμην αυτοίς 17 και οργισθήσομαι θυμώ αυτοίς εν τη ημέρα εκείνη και καταλείψω αυτούς και αποστρέψω το πρόσωπόν μου απ΄ αυτών και έσονται κατάβρωμα και ευρήσουσιν αυτόν κακά πολλά και θλίψεις και ερεί εν τη ημέρα εκείνη διότι ουκ έστι κύριος ο θεός μου εν εμοί εύροσάν με τα κακά ταύτα 18 εγώ δε αποστροφή αποστρέψω το πρόσωπόν μου απ΄ αυτών εν τη ημέρα εκείνη διά πάσας τας κακίας ας εποίησαν ότι απέστρεψαν επί θεούς αλλοτρίους 19 και νυν γράψατε τα ρήματα της ωδής ταύτης και διδάξατε αυτήν τους υιούς Ισραήλ και εμβαλείτε αυτήν εις το στόμα αυτών ίνα γένηταί μοι η ωδή αύτη μαρτύριον εν υιοίς Ισραήλ 20 εισάξω γαρ αυτούς εις την γην την αγαθήν ην ώμοσα τοις πατράσιν αυτών γην ρέουσαν γάλα και μέλι και φάγονται και εμπλησθέντες κορήσουσι και επιστραφήσονται επί θεούς αλλοτρίους και λατρεύσουσιν αυτοίς και παροξυνούσί με και διασκεδάσουσι την διαθήκην μου ην διεθέμην αυτοίς 21 και έσται όταν εύρωσιν αυτόν κακά πολλά και θλίψεις και αντικαταστήσεται η ωδή αύτη κατά πρόσωπον αυτών μαρτυρούσα ου γαρ μη επιλησθή από στόματος αυτών και από στόματος του σπέρματος αυτών εγώ γαρ οίδα την πονηρίαν αυτών όσα ποιούσιν ώδε σήμερον προ του εισαγαγείν με αυτούς εις την γην την αγαθήν ην ώμοσα τοις πατράσιν αυτών 22 και έγραψε Μωυσής την ωδήν ταύτην εν εκείνη τη ημέρα και εδίδαξεν αυτήν τους υιούς Ισραήλ 23 και ενετείλατο Μωυσής Ιησού υιώ Ναυή και είπεν ανδρίζου και ίσχυε συ γαρ εισάξεις τους υιούς Ισραήλ εις την γην ην ώμοσεν αυτοίς κύριος και αυτός έσται μετά σου 24 ηνίκα δε συνετέλεσε Μωυσής γράφων πάντας τους λόγους του νόμου τούτου εις βιβλίον έως εις τέλος 25 και ενετείλατο τοις Λευίταις τοις αίρουσι την κιβωτόν της διαθήκης κυρίου λέγων 26 λαβόντες το βιβλίον του νόμου τούτου θήσετε αυτό εκ πλαγίων της κιβωτού της διαθήκης κυρίου του θεού υμών και έσται εκεί εν σοι εις μαρτύριον 27 ότι εγώ επίσταμαι τον ερεθισμόν σου και τον τράχηλόν σου τον σκληρόν έτι γαρ εμού ζώντος μεθ΄ υμών σήμερον παραπικραίνοντες ητε τα προς τον θεόν πως ουχί και έσχατον του θανάτου μου 28 εκκλησίασατε προς με τους φυλάρχους υμών και τους πρεσβυτέρους υμών και τους γραμματοεισαγωγείς υμών ίνα λαλήσω εις τα ώτα αυτών πάντας τους λόγους τούτους και διαμαρτύρωμαι αυτοίς τον τε ουρανόν και την γην 29 οίδα γαρ ότι έσχατον της τελευτής μου ανομία ανομήσετε και εκκλινείτε εκ της οδού ης ενετειλάμην υμίν και συναντήσεται υμίν τα κακά επί εσχάτων των ημερών ότι ποιήσετε το πονηρόν έναντι κυρίου παροργίσαι αυτόν εν τοις έργοις των χειρών υμών 30 και ελάλησε Μωυσής εις τα ώτα πάσης εκκλησίας Ισραήλ τα ρήματα της ωδής ταύτης έως εις τέλος
Copyright information for ABPGRK