Deuteronomy 34

CHAPTER 34

Moses Views the Land of the Oath

1και ανέβη Μωυσής από αραβώθ Μωάβ επί το όρος Ναβαύ επί κορυφήν Φασγά η εστιν επί προσώπου Ιεριχώ και έδειξεν αυτώ κύριος πάσαν την γην Γαλαάδ έως Δαν 2και πάσαν την γην Νεφθαλί και πάσαν την γην Εφραϊμ και Μανασσή και πάσαν την γην Ιούδα έως της θαλάσσης της εσχάτης 3και την έρημον και τα περίχωρα Ιεριχώ πόλιν φοινίκων έως Σηγώρ 4και είπε κύριος προς Μωυσήν αύτη η γη ην ώμοσα τω Αβραάμ και Ισαάκ και Ιακώβ λέγων τω σπέρματι υμών δώσω αυτήν και έδειξα αυτήν τοις οφθαλμοίς σου και εκεί ουκ εισελεύση

Death of Moses

5και ετελεύτησεν εκεί Μωυσής ο οικέτης κυρίου εν γη Μωάβ διά ρήματος κυρίου 6και έθαψαν αυτόν εν γη Μωάβ εγγύς οίκου Φογώρ και ουκ οίδεν ουδείς την ταφήν αυτού έως της ημέρας ταύτης 7Μωυσής δε ην εκατόν και είκοσι ετών εν τω τελευτάν αυτόν ουκ ημαυρώθησαν οι οφθαλμοί αυτού ουδέ εφθάρησαν τα χελύνια αυτού 8και έκλαυσαν οι υιοί Ισραήλ Μωυσήν εν αραβώθ Μωάβ επί του Ιορδάνου κατά Ιεριχώ τριάκοντα ημέρας και συνετελέσθησαν αι ημέραι του πένθους κλαυθμού Μωυσή 9και Ιησούς υιός Ναυή ενεπλήσθη πνεύματος συνέσεως επέθηκε γαρ Μωυσής τας χείρας αυτού επ΄ αυτόν και εισήκουσαν αυτού οι υιοί Ισραήλ και εποίησαν καθότι ενετείλατο κύριος τω Μωυσή 10και ουκ ανέστη έτι προφήτης εν Ισραήλ ως Μωυσής ον έγνω κύριος αυτόν πρόσωπον κατά πρόσωπον 11εν πάσι τοις σημείοις και τέρασιν ον απέστειλεν αυτόν κύριος ποιήσαι αυτά εν γη Αιγύπτω Φαραώ και τοις θεράπουσιν αυτού και πάση τη γη αυτού 12και τα θαυμάσια τα μεγάλα και πάσαν την χείρα την κραταιάν α εποίησε Μωυσης έναντι παντός Ισραήλ
Copyright information for ABPGRK