Deuteronomy 4

CHAPTER 4

Guard the Commandments

1και νυν Ισραήλ άκουε των δικαιωμάτων και των κριμάτων όσα εγώ διδάσκω υμάς σήμερον ποιείν ίνα ζήτε και πολυπλασιασθήτε και εισελθόντες κληρονομήσητε την γην ην κύριος ο θεός των πατέρων υμών δίδωσιν υμίν 2ου προσθήσετε προς το ρήμα ο εγώ εντέλλομαι υμίν και ουκ αφελείτε απ΄ αυτού φυλάσσεσθε τας εντολάς κυρίου του θεού υμών όσα εγώ εντέλλομαι υμίν σήμερον 3οι οφθαλμοί υμών εωράκασι πάντα όσα εποίησε κύριος ο θεός ημών τω Βεελφεγώρ ότι πας άνθρωπος όστις επορεύθη οπίσω Βεελφεγώρ εξέτριψεν αυτόν κύριος ο θεός υμών εξ υμών 4υμείς δε οι προσκείμενοι κυρίω τω θεώ υμών ζήτε πάντες εν τη σήμερον 5ίδετε δέδειχα υμίν δικαιώματα και κρίσεις καθά ενετείλατό μοι κύριος ο θεός μου του ποιήσαι ούτως υμάς εν τη γη εις ην υμείς εισπορεύεσθε εκεί κληρονομήσαι αυτήν 6και φυλάξεσθε και ποιήσετε ότι αύτη η σοφία υμών και η σύνεσις υμών εναντίον πάντων των εθνών όσοι εάν ακούσωσι πάντα τα δικαιώματα ταύτα και ερούσιν ιδού λαός σοφός και επιστήμων το έθνος το μέγα τούτο 7ότι ποίον έθνος μέγα ω έστιν αυτώ θεός εγγίζων αυτοίς ως κύριος ο θεός ημών εν πάσιν οις αυτόν επικαλεσώμεθα 8και ποίον έθνος μέγα ω έστιν αυτώ δικαιώματα και κρίματα δίκαια κατά πάντα τον νόμον τούτον ον εγώ δίδωμι ενώπιον υμών σήμερον

Guard Your Life

9πρόσεχε σεαυτώ και φύλαξον την ψυχήν σου σφόδρα μη επιλάθη πάντας τους λόγους ους εωράκασιν οι οφθαλμοί σου και μη αποστήτωσαν από της καρδίας σου πάσας τας ημέρας της ζωής σου και συμβιβάσεις τους υιούς σου και τους υιούς των υιών σου 10ημέραν ην έστητε ενώπιον κυρίου του θεού σου εν Χωρήβ τη ημέρα της εκκλησίας ότι είπε κύριος προς με εκκλησίασον προς με τον λαόν και ακουσάτωσαν τα ρήματά μου όπως μάθωσι φοβείσθαί με πάσας τας ημέρας ας αυτοί ζώσιν επί της γης και τους υιούς αυτών διδάξωσι 11και προσήλθετε και έστητε υπό το όρος και το όρος εκαίετο πυρί έως του ουρανού σκότος γνόφος και θύελλα 12και ελάλησε κύριος προς υμάς εν τω όρει εκ μέσου του πυρός φωνήν ρημάτων υμείς ηκούσατε και ομοίωμα ουκ είδετε αλλ΄ η φωνήν 13και ανήγγειλεν υμίν την διαθήκην αυτού ην ενετείλατο υμίν ποιείν τα δέκα ρήματα και έγραψεν αυτά επί δύο πλάκας λιθίνας 14και εμοί ενετείλατο κύριος εν τω καιρώ εκείνω διδάξαι υμάς δικαιώματα και κρίσεις ποιείν υμάς αυτά επί της γης εις ην υμείς εισπορεύεσθε εκεί κληρονομήσαι αυτήν

A Warning to the Israelites

15και φυλάξεσθε σφόδρα τας ψυχάς υμών ότι ουκ είδετε παν ομοίωμα εν τη ημέρα η ελάλησε κύριος προς υμάς εν Χωρήβ εν τω όρει εκ μέσου του πυρός 16μη ανομήσητε και ποιήσητε υμίν αυτοίς γλυπτόν ομοίωμα πάσαν εικόνα ομοίωμα αρσενικού η θηλυκού 17ομοίωμα παντός κτήνους των όντων επί της γης ομοίωμα παντός ορνέου πτερωτού ο πετάται υπό του ουρανού 18ομοίωμα παντός ερπετού ο έρπει επί της γης ομοίωμα παντός ιχθύος όσα εστίν εν τοις ύδασιν υποκάτω της γης 19και μή ποτε αναβλέψας εις τον ουρανόν και ιδών τον ήλιον και την σελήνην και τους αστέρας και πάντα τον κόσμον του ουρανού πλανηθείς προσκυνήσης αυτοίς και λατρεύσης αυτοίς α απένειμε κύριος ο θεός σου αυτά πάσι τοις έθνεσι τοις υποκάτω του ουρανού 20υμάς δε έλαβεν κύριος ο θεός και εξήγαγεν υμάς εκ της καμίνου της σιδηράς εξ Αιγύπτου είναι αυτώ λαόν έγκληρον ως εν τη ημέρα ταύτη 21και κύριος ο θεός εθυμώθη μοι περί των λεγομένων υφ υμών και ώμοσεν ίνα μη διαβώ τον Ιορδάνην τούτον και ίνα μη εισέλθω εις την γην την αγαθήν ην κύριος ο θεός σου δίδωσι υμίν εν κλήρω 22εγώ γαρ αποθνήσκω εν τη γη ταύτη και ου διαβαίνω τον Ιορδάνην τούτον υμείς δε διαβαίνετε και κληρονομήσετε την γην την αγαθήν ταύτην 23προσέχετε υμείς μή ποτε επιλάθησθε την διαθήκην κυρίου του θεού υμών ην διέθετο προς υμάς και ποιήσητε υμίν εαυτοίς γλυπτόν ομοίωμα πάντων ων συνέταξέ σοι κύριος ο θεός σου 24ότι κύριος ο θεός σου πυρ καταναλίσκον εστί θεος ζηλωτής 25εάν δε γεννήσης υιοίς και υιούς των υιών σου και χρονίσητε επί της γης και ανομήσητε και ποιήσητε γλυπτόν ομοίωμα παντός και ποιήσητε το πονηρόν ενώπιον κυρίου του θεού ημών παροργίσαι αυτόν 26διαμαρτύρομαι υμίν σήμερον τον τε ουρανόν και την γην ότι απωλεία απολείσθε από της γης εις ην υμείς διαβαίνετε τον Ιορδάνην εκεί κληρονομήσαι αυτήν ουχί πολυχρονιείτε ημέρας επ΄ αυτής αλλ΄ η εκτριβή εκτριβήσεσθε 27και διασπερεί κύριος υμάς εν πάσι τοις έθνεσι και καταλειφθήσεσθε ολίγοι αριθμώ εν πάσι τοις έθνεσιν εις ους εισάξει κύριος υμάς εκεί 28και λατρεύσετε εκεί θεοίς ετέροις έργοις χειρών ανθρώπων ξύλοις και λίθοις οι ουκ όψονται ουδέ ακούσωσιν ουδέ φάγωσιν ουδέ οσφρανθώσι 29και εκζητήσετε εκεί κύριον τον θεόν υμών και ευρήσετε αυτόν όταν εκζητήσητε αυτόν εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου εν τη θλίψει σου 30και ευρήσουσί σε πάντες οι λόγοι ούτοι επ΄ εσχάτου των ημερών και επιστραφήση προς κύριον τον θεόν σου και εισακούση της φωνής αυτού 31ότι θεός οικτίρμων και ελεήμων κύριος ο θεός σου ουκ εγκαταλείψει σε ουδε μή εκτρίψη σε ουκ επιλήσεται την διαθήκην των πατέρων σου ην ώμοσεν αυτοίς 32επερωτήσατε ημέρας προτέρας τας γενομένας προτέρας σου από της ημέρας ης έκτισεν ο θεός άνθρωπον επί της γης και επί το άκρον του ουρανού έως του άκρου του ουρανού ει γέγονε κατά το ρήμα το μέγα τούτο ει ηκούσται τοιουτον 33ει ακήκοεν έθνος φωνήν θεού ζώντος λαλούντος εν μέσου του πυρός ον τρόπον ακήκοας συ και έζησας 34ει επείρασεν ο θεός εισελθών λαβείν εαυτώ έθνος εκ μέσου έθνους εν πειρασμώ και εν σημείοις και εν τέρασι και εν πολέμω και εν χειρί κραταιά και εν βραχίονι υψηλώ και εν οράμασι μεγάλοις κατά πάντα όσα εποίησε κύριος ο θεός ημών εν Αιγύπτω ενώπιόν σου βλέποντας 35ώστε ειδήναι σε ότι κύριος ο θεός σου αυτός θεός εστι και ουκ έστιν έτι πλην αυτού 36εκ του ουρανού ακουστήν σοι εποίησε την φωνήν αυτού παιδεύσαί σε και επί της γης έδειξέ σοι το πυρ αυτού το μέγα και τα ρήματα αυτού ήκουσας εκ μέσου του πυρός 37διά το αγαπήσαι αυτόν τους πατέρας σου και εξελέξατο το σπέρμα αυτών μετ΄ αυτούς υμάς και εξήγαγέ σε αυτός εν τη ισχύϊ αυτού τη μεγάλη εξ Αιγύπτου 38εξολοθρεύσαι έθνη μεγάλα και ισχυρότερά σου προ προσώπου σου εισαγαγείν σε δούναί σοι την γην αυτών κληρονομείν καθώς έχεις σήμερον 39και γνώση σήμερον και επιστραφήση τη διανοία ότι κύριος ο θεός σου ούτος θεός εν τω ουρανώ άνω και επί της γης κάτω και ουκ έστιν έτι πλην αυτού 40και φυλάξη τας εντολάς αυτού και τα δικαιώματα αυτού όσας εγώ εντέλλομαί σοι σήμερον ίνα ευ σοι γένηται και τοις υιοίς σου μετά σε όπως μακροήμεροι γένησθε επί της γης ης κύριος ο θεός σου δίδωσί σοι πάσας τας ημέρας 41τότε αφώρισε Μωυσής τρεις πόλεις πέραν του Ιορδάνου από ανατολών ηλίου 42φυγείν εκεί τον φονευτήν ος αν φονεύση τον πλησίον ουκ ειδώς και ούτος ου μισών αυτόν προ της εχθές και της τρίτης και καταφεύξεται εις μίαν των πόλεων τούτων και ζήσεται 43την Βοσόρ εν τη ερήμω εν τη γη τη πεδινή τω Ρουβήν και την Ραμώθ εν Γαλαάδ τω Γαδδί και την Γαυλών εν Βασάν τω Μανασσή 44ούτος ο νόμος ον παρεθέτο Μωυσής ενώπιον υιών Ισραήλ 45ταύτα τα μαρτύρια και τα δικαιώματα και τα κρίματα όσα ελάλησε Μωυσης τοις υιοίς Ισραήλ εν τη ερήμω εξελθόντων αυτών εκ γης Αιγύπτου 46εν τω πέραν του Ιορδάνου εν φάραγγι εγγύς οίκου Φογώρ εν γη Σηών βασιλέως των Αμορραίων ος κατώκει εν Εσεβών ον επάταξε Μωυσής και οι υιοί Ισραήλ εξελθόντων αυτών εκ γης Αιγύπτου 47και εκληρονόμησαν την γην αυτού και την γην Ωγ βασιλέως της Βασάν δύο βασιλέων των Αμορραίων οι ήσαν πέραν του Ιορδάνου κατά ανατολάς ηλίου 48από Αροήρ η εστιν επί του χείλους χειμάρρου Αρνών και επί του όρους του Σηών ο εστιν Αερμών 49πάσαν την αραβά πέραν του Ιορδάνου κατά ανατολάς ηλίου υπό Ασηδώθ την λαξευτήν
Copyright information for ABPGRK