Deuteronomy 5

CHAPTER 5

Obey the Ordinances

και εκάλεσε Μωυσής πάντα Ισραήλ και είπε προς αυτούς άκουε Ισραήλ τα δικαιώματα και τα κρίματα όσα εγώ λαλώ εν τοις ωσίν υμών εν τη ημέρα ταύτη και μαθήσεσθε αυτά και φυλάξεσθε ποιείν αυτά κύριος ο θεός υμών διέθετο προς υμάς διαθήκην εν Χωρήβ ουχί τοις πατράσιν υμών διέθετο κύριος την διαθήκην ταύτην αλλ΄ η προς υμάς υμείς δε ώδε πάντες ζώντες σήμερον πρόσωπον κατά πρόσωπον ελάλησε κύριος προς υμάς εν τω όρει εκ μέσου του πυρός καγώ ειστήκειν αναμέσον κυρίου και υμών εν τω καιρώ εκείνω αναγγείλαι υμίν τα ρήματα κυρίου ότι εφοβήθητε από προσώπου του πυρός και ουκ ανέβητε εις το όρος λέγων εγώ ειμι κύριος ο θεός σου ο εξαγαγών σε εκ γης Αιγύπτου εξ οίκου δουλείας ουκ έσονταί σοι θεοί έτεροι προ προσώπου μου ου ποιήσεις σεαυτώ γλυπτόν ουδέ παντός ομοίωμα όσα εν τω ουρανώ άνω και όσα εν τη γη κάτω και όσα εν τοις ύδασιν υποκάτω της γης ου προσκυνήσεις αυτοίς ουδέ μη λατρεύσης αυτοίς ότι εγώ ειμι κύριος ο θεός σου θεός ζηλωτής αποδιδούς αμαρτίας πατέρων επί τέκνα επί τρίτην και τετάρτην γενεάν τοις μισούσί με 10 και ποιών έλεος εις χιλιάδας τοις αγαπώσί με και τοις φυλάσσουσι τα προστάγματά μου 11 ου λήψη το όνομα κυρίου του θεού σου επί ματαίω ου γαρ μη καθαρίσει κύριος ο θεός σου τον λαμβάνοντα το όνομα αυτού επί ματαίω 12 φύλαξαι την ημέραν των σαββάτων αγιάζειν αυτήν ον τρόπον ενετείλατό σοι κύριος ο θεος σου 13 εξ ημέρας έργα και ποιήσεις πάντα τα εργά σου 14 τη δε ημέρα τη εβδόμη σάββατα κυρίω τω θεώ σου ου ποιήσεις εν αυτή παν έργον συ και ο υιοίς σου και η θυγάτηρ σου ο παις σου και η παιδίσκη σου ο βους σου και το υποζύγιόν σου και παν κτήνός σου και ο προσήλυτος ο παροικών εν σοι ίνα αναπαύσηται ο παις σου και η παιδίσκη σου ώσπερ και συ 15 και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτω και εξήγαγέ σε κύριος ο θεός σου εκείθεν εν χειρί κραταιά και εν βραχίονι υψηλώ διά τούτο συνέταξέ σοι κύριος ο θεός σου ώστε φυλάσσεσθαι σε την ημέραν των σαββάτων και αγιάζειν αυτήν 16 τίμα τον πατέρα σου και την μητέρα σου ον τρόπον ενετείλατό σοι κύριος ο θεός σου ίνα ευ σοι γένηται και ίνα μακροχρόνιος γένη επί της γης ης κύριος ο θεός σου δίδωσί σοι 17 ου φονεύσεις 18 ου μοιχεύσεις 19 ου κλέψεις 20 ου ψευδομαρτυρήσεις κατά του πλησίον σου μαρτυρίαν ψευδή 21 ουκ επιθυμήσεις την γυναίκα του πλησίον σου ουκ επιθυμήσεις την οικίαν του πλησίον σου ούτε τον αγρόν αυτού ούτε τον παίδα αυτού ούτε την παιδίσκην αυτού ούτε του βοός αυτού ούτε του υποζυγίου αυτού ούτε παντός κτήνους αυτού ούτε πάντα όσα του πλησίον σου εστί 22 ταύτα τα ρήματα ελάλησε κύριος προς πάσαν συναγωγήν υμών εν τω όρει εκ μέσου του πυρός σκότος γνόφος θύελλα φωνή μεγάλη και ου προσέθηκε και έγραψεν αυτά επί δύο πλάκας λιθίνας και έδωκε εμοί 23 και εγένετο ως ηκούσατε την φωνήν εκ μέσου του πυρός και το όρος εκαίετο πυρί και προσήλθετε προς με πάντες οι ηγούμενοι των φυλών υμών και η γερουσία υμών 24 και ελέγετε ιδού έδειξεν ημίν κύριος ο θεός ημών την δόξαν αυτού και την φωνήν αυτού ηκούσαμεν εκ μέσου του πυρός εν τη ημέρα ταύτη είδομεν ότι λαλήσει ο θεός προς άνθρωπον και ζήσεται 25 και νυν μή ποτε αποθάνωμεν ότι εξαναλώσει ημάς το πυρ το μέγα τούτο εάν προσθώμεν ακούσαι ημείς την φωνήν κυρίου του θεού ημών έτι και αποθανούμεθα 26 τις γαρ σαρξ ήτις ήκουσε φωνήν θεού ζώντος λαλούντος εκ μέσου του πυρός ως ημείς και ζήσεται 27 πρόσελθε συ και άκουσον πάντα όσα αν είπη κύριος ο θεός ημών προς σε και συ λαλήσεις προς ημάς πάντα όσα αν λαλήση κύριος ο θεός ημών προς σε και ακουσόμεθα και ποιήσομεν 28 και ήκουσε κύριος την φωνήν των λόγων υμών λαλούντων προς με και είπε κύριος προς με ήκουσα την φωνήν των λόγων του λαού τούτου όσα ελάλησαν προς σε ορθώς πάντα όσα ελαλήθη 29 τις δώσει είναι ούτως την καρδίαν αυτών εν αυτοίς ώστε φοβείσθαί με και φυλάσσειν τας εντολάς μου πάσας τας ημέρας ίνα ευ η αυτοίς και τοις υιοίς αυτών δι΄ αιώνος 30 βάδισον είπον αυτοίς αποστράφητε υμείς εις τους οίκους υμών 31 συ δε αυτού στήθι μετ΄ εμού και λαλήσω προς σε πάσας τας εντολάς και τα δικαιώματα και τα κρίματα όσα διδάξεις αυτούς και ποιείτωσαν ούτως εν τη γη ην εγώ δίδωμι αυτοίς εν κλήρω 32 και φυλάξεσθε ποιείν ον τρόπον ενετείλατό σοι κύριος ο θεός σου ουκ εκκλινείς δεξιά ουδέ αριστερά 33 κατά πάσαν την οδόν ην ενετείλατό σοι κύριος ο θεός σου πορεύεσθαι εν αυτή όπως καταπαύση σε και ευ σοι η και μακροημερεύσητε επί της γης ην κληρονομήσετε
Copyright information for ABPGRK