Deuteronomy 6

CHAPTER 6

Love The LORD with Your Entire Heart

και αύται αι εντολαί και τα δικαιώματα και τα κρίματα όσα ενετείλατο κύριος ο θεός ημών διδάξαι υμάς ποιείν ούτως εν τη γη εις ην υμείς εισπορεύεσθε εκεί κληρονομήσαι αυτήν ίνα φοβήσθε κύριον τον θεόν ημών φυλάσσεσθαι πάντα τα δικαιώματα αυτού και τας εντολάς αυτού ας εγώ εντέλλομαί σοι σήμερον συ και οι υιοί σου και οι υιοί των υιών σου πάσας τας ημέρας της ζωής σου ίνα μακροημερεύσητε και άκουσον Ισραήλ και φύλαξον ποιείν όπως ευ η σοι και ίνα πληθυνθήτε σφόδρα καθάπερ ελάλησε κύριος ο θεός των πατέρων σου δούναί σοι γην ρέουσαν γάλα και μέλι και ταύτα τα δικαιώματα και τα κρίματα όσα ενετείλατο κύριος τοις υιοίς Ισραήλ εν τη ερήμω εξελθόντων αυτών εκ γης Αιγύπτου άκουε Ισραήλ κύριος ο θεός ημών κύριος εις εστί και αγαπήσεις κύριον τον θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου και εξ όλης της δυνάμεώς σου και έσται τα ρήματα ταύτα όσα εγώ εντέλλομαί σοι σήμερον εν τη καρδία σου και εν τη ψυχή σου και προβιβάσεις αυτά τους υιούς σου και λαλήσεις επ΄ αυτοίς καθήμενος εν οίκω και πορευόμενος εν οδώ και κοιταζόμενος και διανιστάμενος και αφάψεις αυτά εις σημείον επί της χειρός σου και έσται ασάλευτα προ οφθαλμών σου και γράψεις αυτά επί τας φλιάς των οικίων σου και των πυλών σού 10 και έσται όταν εισαγάγη σε κύριος ο θεός σου εις την γην ην ώμοσε τοις πατράσι σου τω Αβραάμ και τω Ισαάκ και τω Ιακώβ δούναί σοι πόλεις μεγάλας και καλάς ας ουκ ωκοδόμησας 11 οικίας πλήρεις πάντων αγαθών ας ουκ ενέπλησας λάκκους λελατομημένους ους ουκ εξελατόμησας αμπελώνας και ελαιώνας ους ουκ εφύτευσας και φαγών και εμπλησθείς 12 προσέχε σεαυτώ μη επιλάθη κυρίου του θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου εξ οίκου δουλείας 13 κύριον τον θεόν σου φοβηθήση και αυτώ μόνω λατρεύσεις και προς αυτόν κολληθήση και επί τω ονόματι αυτού ομή 14 ου πορεύεσθε οπίσω θεων ετέρων από των θεών των εθνών των περικύκλω υμών 15 ότι ο θεός ζηλωτής κύριος ο θεός σου εν σοι μη οργισθείς θυμώ κύριος ο θεός σου εν σοι και εξολοθρεύση σε από προσώπου της γης 16 ουκ εκπειράσεις κύριον τον θεόν σου ον τρόπον εξεπειράσατε εν τω πειρασμώ 17 φυλάσσων φυλάξη τας εντολάς κυρίου του θεού σου και τα μαρτύρια αυτού και τα δικαιώματα αυτού όσα ενετείλατό σοι 18 και ποιήσεις το αρεστόν και το καλόν έναντι κυρίου του θεού σου ίνα ευ σοι γένηται και εισέλθης και κληρονομήσης την γην την αγαθήν ην ώμοσε κύριος τοις πατράσι σου 19 εκδιώξαι πάντας τους εχθρούς σου προ προσώπου σου καθά ελάλησε κύριος 20 και έσται όταν ερωτήση σε ο υιός σου άυριον λέγων τίνα εστί τα μαρτύρια και τα δικαιώματα και τα κρίματα όσα ενετείλατο κύριος ο θεός ημών ημίν 21 και ερείς τω υιώ σου οικέται ήμεν τω Φαραώ εν γη Αιγύπτου και εξήγαγεν ημάς κύριος εκείθεν εν χειρί κραταιά και εν βραχίονι υψηλώ 22 και έδωκε κύριος σημεία και τέρατα μεγάλα και πονηρά εν Αιγύπτω εν Φαραώ και εν τω οίκω αυτού ενώπιον ημών 23 και ημάς εξήγαγε κύριος εκείθεν ίνα εισαγάγη ημάς δούναι ημίν την γην ταύτην ην ώμοσε κύριος ο θεός ημών τοις πατράσιν ημών δούναι ημίν 24 και ενετείλατο ημίν κύριος ποιείν πάντα τα δικαιώματα ταύτα φοβείσθαι κύριον τον θεόν ημών ίνα ευ η ημίν πάσας τας ημέρας ίνα ζώμεν ώσπερ και σήμερον 25 και ελεημοσύνη έσται ημίν εάν φυλασσώμεθα ποιείν πάσας τας εντολάς του νόμου τούτου έναντι κυρίου του θεού ημών καθά ενετείλατο ημίν
Copyright information for ABPGRK