Deuteronomy 7

CHAPTER 7

The LORD's Prized People

και έσται εν τω εισαγαγείν σε κύριος ο θεός σου εις την γην εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν και εξάρη έθνη μεγάλα και πολλά από προσώπου σου τον Χετταίον και τον Γεργεσαίον και τον Αμορραίον και Χαναναίον και Φερεζαίον και τον Ευαίον και τον Ιεβουσαίον επτά έθνη μεγάλα και πολλά και ισχυρότερα υμών και παραδώσει αυτούς κύριος ο θεός σου εις τας χείρας σου και πατάξεις αυτούς αφανισμώ αφανιείς αυτούς ου διαθήση προς αυτούς διαθήκην ουδε μη ελεήσης αυτούς ουδέ μη γαμβρεύσητε προς αυτούς την θυγατέρα σου ου δώσεις τω υιώ αυτού και την θυγατέρα αυτού ου λήψη τω υιώ σου αποστήσει γαρ τον υιόν σου απ΄ εμού και λατρεύσει θεοίς ετέροις και οργισθήσεται θυμώ κύριος εις υμάς και εξολοθρεύσει σε το τάχος αλλ΄ ούτω ποιήσετε αυτοίς τους βωμούς αυτών καθελείτε και τας στήλας αυτών συντρίψετε και τα άλση αυτών εκκόψετε και τα γλυπτά των θεών αυτών κατακαύσετε πυρί ότι λαός άγιος ει κυρίω τω θεώ σου και σε προείλετο κύριος ο θεός σου είναι αυτώ λαόν περιούσιον παρά πάντα τα έθνη όσα επί προσώπου της γης ουχ ότι πολυπληθείτε παρά πάντα τα έθνη προείλετο κύριος υμάς και εξελέξατο υμάς υμείς γαρ εστέ ολιγοστοί παρά πάντα τα έθνη αλλά παρά το αγαπάν κύριον υμάς και διατηρείν τον όρκον ον ώμοσε τοις πατράσιν υμών εξήγαγεν υμάς κύριος εν χειρί κραταιά και εν βραχίονι υψηλώ και ελυτρώσατό σε εξ οίκου δουλείας εκ χειρός Φαραώ βασιλέως Αιγύπτου

The LORD Guards His Covenant

και γνώση ότι κύριος ο θεός σου ούτος θεός ο θεός ο πιστός ο φυλάσσων την διαθήκην και έλεος τοις αγαπώσιν αυτόν και τοις φυλάσσουσι τας εντολάς αυτού εις χιλίας γενεάς 10 και αποδιδούς τοις μισούσι κατά πρόσωπον εξολοθρεύσαι αυτούς και ουχί βραδυνεί τοις μισούσι κατά πρόσωπον αποδώσει αυτοίς 11 και φυλάξη τας εντολάς και τα δικαιώματα και τα κρίματα ταύτα όσα εγώ εντέλλομαί σοι σήμερον ποιείν 12 και έσται ηνίκα αν ακούσητε τα δικαιώματα ταύτα και φυλάξητε και ποιήσητε αυτά και διαφυλάξει κύριος ο θεός σου σοι την διαθήκην και το έλεος ο ώμοσε τοις πατράσιν υμών 13 και αγαπήσει σε και ευλογήσει σε και πληθυνεί σε και ευλογήσει τα έκγονα της κοιλίας σου και τον καρπόν της γης σου τον σίτόν σου και τον οίνόν σου και το έλαιόν σου τα βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου επί της γης ης ώμοσε κύριος τοις πατράσι σου δούναί σοι 14 ευλογητός έση παρά πάντα τα έθνη ουκ έσται εν υμίν άγονος ουδέ στείρα και εν τοις κτήνεσί σου 15 και περιελεί κύριος από σου πάσαν μαλακίαν και πάσας νόσους Αιγύπτου τας πονηράς ας έγνως ουκ επιθήσει επί σε και επιθήσει αυτά επί πάντας τους μισούντάς σε 16 και φαγή πάντα τα σκύλα των εθνών α κύριος ο θεός σου δίδωσί σοι ου φείσεται ο οφθαλμός σου επ΄ αυτοίς και ου μη λατρεύσης τοις θεοίς αυτών ότι σκώλον τούτο έσται σοι 17 εάν δε λέγης εν τη διανοία σου ότι πολύ το έθνος τούτο η εγώ πως δυνήσομαι εξολοθρεύσαι αυτούς 18 ου φοβήθηση αυτούς μνεία μνησθήση όσα εποίησε κύριος ο θεός σου τω Φαραώ και πάσι τοις Αιγυπτίοις 19 τους πειρασμούς τους μεγάλους ους είδοσαν οι οφθαλμοί σου τα σημεία και τα τέρατα τα μεγάλα εκείνα την χείρα την κραταιάν και τον βραχίονα τον υψηλόν ως εξήγαγέ σε κύριος ο θεός σου ούτω ποιήσει κύριος ο θεός υμών πάσι τοις έθνεσιν ους συ φοβή από προσώπου αυτών 20 και τας σφηκίας αποστελεί κύριος ο θεός σου εις αυτούς έως αν εκτριβώσιν οι καταλελειμμένοι και οι κεκρυμμένοι από σου 21 ου τρωθήση από προσώπου αυτών ότι κύριος ο θεός σου εν σοι θεός μέγας και κραταιός 22 και καταναλώσει κύριος ο θεός σου τα έθνη ταύτα από προσώπου σου κατά μικρόν μικρόν ου δυνήση εξαναλώσαι αυτούς το τάχος ίνα μη γένηται η γη έρημος και πληθυνθή επί σε τα θηρία τα άγρια 23 και παραδώσει αυτούς κύριος ο θεός σου εις τας χείράς σου και απολείς αυτούς απωλεία μεγάλη έως αν εξολοθρεύσης αυτούς 24 και παραδώσει τους βασιλείς αυτών εις τας χείρας υμών και απολείται το όνομα αυτών υποκάτω του ουρανού ουκ αντιστήσεται ουδείς κατά πρόσωπόν σου έως αν εξολοθρεύσης αυτούς 25 τα γλυπτά των θεών αυτών κατακαύσετε πυρί ουκ επιθυμήσεις αργύριον ουδέ χρυσίον απ΄ αυτών λαβείν σεαυτώ μη πταίσης δι΄ αυτό ότι βδέλυγμα κυρίω τω θεώ σου εστί 26 και ουκ εισοίσεις βδέλυγμα εις τον οικόν σου και ανάθεμα έση ώσπερ τούτο προσοχθίσματι προσοχθιείς και βδελύγματι βδελύξη ότι ανάθεμά εστι
Copyright information for ABPGRK