Deuteronomy 8

CHAPTER 8

Man Shall Not Live by Bread Alone

1πάσας τας εντολάς ας εγώ εντέλλομαι υμίν σήμερον φυλάξεσθε ποιείν ίνα ζήτε και πολυπλασιασθήτε και εισέλθητε και κληρονομήσητε την γην ην ώμοσε κύριος τοις πατράσιν υμών 2και μνησθήση πάσαν την οδόν ην ήγαγέ σε κύριος ο θεός σου τούτο τεσσαρακοστόν έτος εν τη ερήμω όπως αν κακώση σε και πειράση σε και διαγνωσθή τα εν τη καρδία σου ει φυλάξη τας εντολάς αυτού η ου 3και εκάκωσέ σε και ελιμαγχόνησέ σε και εψώμισέ σε το μάννα ο ουκ ήδεισαν οι πατέρες σου ίνα αναγγείλη σοι ότι ουκ επ΄ άρτω μόνω ζήσεται ο άνθρωπος αλλ΄ επί παντί ρήματι τω εκπορευομένω διά στόματος θεού ζήσεται ο άνθρωπος 4τα ιμάτιά σου ουκ επαλαιώθη από σου οι πόδες σου ουκ ετυλώθησαν ιδού τεσσαράκοντα έτη 5και γνώση τη καρδία σου ότι ως ει τις άνθρωπος παιδεύση τον υιόν αυτού ούτω κύριος ο θεός σου παιδεύσει σε 6και φυλάξεις τας εντολάς κυρίου του θεού σου πορεύεσθαι εν ταις οδοίς αυτού και φοβείσθαι αυτόν 7ο γαρ κύριος ο θεός σου εισάξει σε εις γην αγαθήν και πολλήν ου χείμαρροι υδάτων και πηγαί αβύσσων εκπορευόμεναι διά των πεδίων και διά των ορεών 8γη πυρού και κριθής άμπελοι συκαί ροαί γη ελαίας ελαίου και μέλιτος 9γη εφ΄ ης ου μετά πτωχείας φαγή τον άρτον σου και ουκ ενδεηθήση επ΄ αυτής γη ης οι λίθοι αυτής σίδηρος και εκ των ορέων αυτής μεταλλεύσεις χαλκόν 10και φαγή και εμπλησθήση και ευλογήσεις κύριον τον θεόν σου επί της γης της αγαθής ης δέδωκέ σοι

Warnings in Forgetting The LORD

11πρόσεχε σεαυτώ μη επιλάθη κυρίου του θεού σου του μη φυλάξαι τας εντολάς αυτού και τα κρίματα αυτού και τα δικαιώματα αυτού όσα εγώ εντέλλομαί σοι σήμερον 12μη φαγών και εμπλησθείς και οικίας καλάς οικοδομήσας και κατοικήσας εν αυταίς 13και των βοών σου και των προβάτων σου πληθυνθέντων σοι αργυρίου και χρυσίου πληθυνθέντων σοι και πάντων όσα σοι έσται πληθυνθέντων 14υψωθής τη καρδία σου και επιλάθη κυρίου του θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου εξ οίκου δουλείας 15του αγαγόντος σε διά της ερήμου της μεγάλης και της φοβεράς εκείνης ου όφις δάκνων και σκορπίος και δίψα ου ουκ ην ύδωρ του εξαγαγόντος σοι εκ πέτρας ακροτόμου πηγήν ύδατος 16του ψωμίσαντός σε το μάννα εν τη ερήμω ο ουκ ήδεις συ και ουκ ήδεισαν οι πατέρες σου ίνα κακώση σε και ίνα εκπειράση σε και ευ σε ποιήση επ΄ εσχάτου των ημερών σου 17και μη είπης εν τη καρδία σου η ισχύς μου και το κράτος της χειρός μου εποίησέ μοι την δύναμιν την μεγάλην ταύτην 18και μνησθήση κυρίου του θεού σου ότι αυτός σοι δίδωσιν ισχύν του ποιήσαι δύναμιν ίνα στήση την διαθήκην αυτού ην ώμοσε τοις πατράσι σου ως σήμερον 19και έσται εάν λήθη επιλάθη κυρίου του θεού σου και πορευθής οπίσω θεών ετέρων και λατρεύσης αυτοίς και προσκυνήσης αυτοίς διαμαρτύρομαι υμίν σήμερον τον τε ουρανόν και την γην ότι απωλεία απολείσθε 20καθά και τα λοιπά έθνη όσα ο κύριος απολλύει προ προσώπου υμών ούτως απολείσθε ανθ΄ ων ουκ ηκούσατε της φωνής κυρίου του θεού υμών
Copyright information for ABPGRK