Deuteronomy 9

CHAPTER 9

Israel Is Hardnecked

άκουε Ισραήλ συ διαβαίνεις σήμερον τον Ιορδάνην εισελθείν κληρονομήσαι έθνη μεγάλα και ισχυρότερα μάλλον η υμείς πόλεις μεγάλας και τειχήρεις έως του ουρανού λαόν μέγαν και πολύν και ευμήκη υιούς Ενάκ ους συ οίσθα και συ ακήκοας τις αντιστήσεται κατά πρόσωπον υιών Ενάκ και γνώση σήμερον ότι κύριος ο θεός σου ούτος προπορεύσεται προ προσώπου σου πυρ καταναλίσκον εστίν ούτος εξολοθρεύσει αυτούς και ούτος αποστρέψει αυτούς προ προσώπου σου και εξολοθρεύσει αυτούς και απολεί αυτούς εν τάχει καθάπερ είπε σοι κύριος μη είπης εν τη καρδία σου εν τω εξαναλώσαι κύριον τον θεόν σου τα έθνη ταύτα προ προσώπου σου λέγων διά τας δικαιοσύνας μου εισήγαγέ με κύριος κληρονομήσαι την γην την αγαθήν ταύτην αλλά διά την ασέβειαν των εθνών τούτων εξολοθρεύσει αυτούς κύριος προ προσώπου σου ουχί διά την δικαιοσύνην σου ουδέ διά την οσιότητα της καρδίας σου συ εισπορεύη κληρονομήσαι την γην αυτών αλλά διά την ασέβειαν των εθνών τούτων κύριος εξολοθρεύσει αυτούς από προσώπου σου και ίνα στήση την διαθήκην ην ώμοσε κύριος τοις πατράσιν υμών τω Αβραάμ και τω Ισαάκ και τω Ιακώβ και γνώση σήμερον ότι ου διά τας δικαιοσύνας σου κύριος ο θεός σου δίδωσί σοι την γην την αγαθήν ταύτην κληρονομήσαι ότι λαός σκληροτράχηλος ει μνήσθητι μη επιλάθη όσα παρώξυνας κύριον τον θεόν σου εν τη ερήμω αφ΄ ης ημέρας εξήλθετε εκ γης Αιγύπτου έως ήλθετε εις τον τόπον τούτον απειθούντες διετελείτε τα προς κύριον και εν Χωρήβ παρωξύνατε κύριον και εθυμώθη κύριος εφ΄ υμίν εξολοθρεύσαι υμάς αναβαίνοντός μου εις το όρος λαβείν τας πλάκας τας λιθίνας πλάκας διαθήκης ης διέθετο κύριος προς υμάς και κατεγενόμην εν τω όρει τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας άρτον ουκ έφαγον και ύδωρ ουκ έπιον 10 και έδωκέ μοι κύριος τας δύο πλάκας τας λιθίνας γεγραμμένας εν τω δακτύλω του θεού και επ΄ αυταίς εγέγραπτο πάντες οι λόγοι ους ελάλησε κύριος προς υμάς εν τω όρει εκ μέσου του πυρός εν ημέρα εκκλησίας 11 και εγένετο διά τεσσαράκοντα ημερών και διά τεσσαράκοντα νυκτών έδωκε κύριος εμοί τας δύο πλάκας τας λιθίνας πλάκας διαθήκης 12 και είπε κύριος προς με ανάστηθι κατάβηθι το τάχος εντεύθεν ότι ηνόμησεν ο λαός σου ους εξήγαγες εκ γης Αιγύπτου παρέβησαν ταχύ εκ της οδού ης ενετείλω αυτοίς εποίησαν εαυτοίς χώνευμα 13 και είπε κύριος προς με λέγων λελάληκα προς σε άπαξ και δις λέγων εώρακα τον λαόν τούτον και ιδού λαός σκληροτράχηλός εστιν 14 έασόν με εξολοθρεύσαι αυτούς και εξαλείψω το όνομα αυτών υποκάτωθεν του ουρανού και ποιήσω σε εις έθνος μέγα και ισχυρόν και πολύ μάλλον η τούτο 15 και επιστρέψας κατέβην εκ του όρους και το όρος εκαίετο πυρί και αι δύο πλάκες της διαθήκης επί ταις δυσί χερσί μου 16 και ιδών ότι ημάρτετε εναντίον κυρίου του θεού υμών και εποιήσατε υμίν αυτοίς μόσχον χωνευτόν και παρέβητε ταχύ εκ της οδού ης ενετείλατο κύριος υμίν 17 και επιλαβόμενος των δύο πλακών έρριψα αυτάς από των δύο χειρών μου και συνέτριψα αυτάς εναντίον υμών 18 και εδεήθην έναντι κυρίου δεύτερον καθάπερ και το πρότερον τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας άρτον ουκ έφαγον και ύδωρ ουκ έπιον περί πασών των αμαρτιών υμών ων ημάρτετε ποιήσαι το πονηρόν έναντι κυρίου του θεού παροξύναι αυτόν 19 και έκφοβός ειμι διά τον θυμόν και την οργήν ότι παρωξύνθη κύριος εφ΄ υμίν του εξολοθρεύσαι υμάς και εισήκουσε κύριος εμού και εν τω καιρώ εκείνω 20 και επί Ααρών εθυμώθη κύριος σφόδρα του εξολοθρεύσαι αυτόν και ηυξάμην και περί Ααρών εν τω καιρώ εκείνω 21 και την αμαρτίαν υμών ην εποιήσατε τον μόσχον έλαβον και κατέκαυσα αυτόν εν πυρί και συνέκοψα αυτόν και κατήλεσας σφόδρα έως ου εγένετο λεπτόν και εγενήθη ωσεί κονιορτός και έρριψα τον κονιορτόν εις τον χειμάρρουν τον καταβαίνοντα εκ του όρους 22 και εν τω εμπυρισμώ και εν τω πειρασμώ και εν τοις μνήμασι της επιθυμίας παροξύναντες ήτε κύριον τον θεόν υμών 23 και ότε εξαπέστειλεν υμάς κύριος εκ Κάδης Βαρνή λέγων ανάβητε και κληρονομήσατε την γην ην δίδωμι υμίν και ηπειθήσατε τω ρήματι κυρίου του θεού υμών και ουκ επιστεύσατε αυτώ και ουκ εισηκούσατε της φωνής αυτού 24 απειθούντες ήτε τα προς κύριον απ΄ ης ημέρας εγνώσθη υμίν 25 και εδεήθην έναντι κυρίου τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας όσας εδεήθην είπε γαρ κύριος εξολοθρεύσαι υμάς 26 και ηυξάμην προς τον θεόν και είπα κύριε κύριε μη εξολοθρεύσης τον λαόν σου και την κληρονομίαν σου ην ελυτρώσω εν τη ισχύϊ σου τη μεγάλη ους εξήγαγες εκ γης Αιγύπτου εν τη χειρί σου τη κραταιά και εν τω βραχίονί σου τω υψηλώ 27 μνήσθητι Αβραάμ και Ισαάκ και Ιακώβ των θεραπόντων σου οις ώμοσας κατά σεαυτού μη επιβλέψης επί την σκληρότητα του λαού τούτου και επί τα ασεβήματα αυτών και τα αμαρτήματα αυτών 28 μήποτε είπωσιν οι κατοικούντες την γην όθεν εξήγαγες ημάς εκείθεν λέγοντες παρά το μη δύνασθαι κύριον εισαγαγείν αυτούς εις την γην ην είπεν αυτοίς και παρά το μισήσαι κύριον αυτούς εξήγαγεν αυτούς εν τη ερήμω αποκτείναι αυτούς 29 και ούτοι λαός σου και κληρονομία σου ους εξήγαγες εκ γης Αιγύπτου εν τη ισχύϊ σου τη μεγάλη και εν τω βραχίονί σου τω υψηλώ
Copyright information for ABPGRK