Deuteronomy 15

CHAPTER 15

Release of Loans

1δι΄ επτά ετών ποιήσεις άφεσιν 2και ούτως το πρόσταγμα της αφέσεως αφήσεις παν χρέος ίδιον ο οφείλει σοι ο πλησίον και τον αδελφόν σου ουκ απαιτήσεις ότι επικέκληται άφεσις κυρίω τω θεώ σου 3τον αλλότριον απαιτήσεις όσα εάν η σοι παρ΄ αυτώ τω δε αδελφώ σου άφεσιν ποιήσεις του χρέους σου 4ότι ουκ έσται εν σοι ενδεής ότι ευλογών ευλογήσει σε κύριος ο θεός σου εν τη γη ην κύριος ο θεός σου δίδωσί σοι εν κλήρω κατακληρονομήσαι αυτήν 5εάν δε ακοή ακούσητε της φωνής κυρίου του θεού υμών φυλάσσειν και ποιείν πάσας τας εντολάς ταύτας ας εγώ εντέλλομαί σοι σήμερον 6ότι κύριος ο θεός σου ευλόγησέ σε ον τρόπον ελάλησέ σοι και δανιείς έθνεσι πολλοίς συ δε ου δανιή και άρξεις συ εθνών πολλών σου δε ουκ άρξουσιν

Care for the Brethren

7εάν δε γένηται εν σοι ενδεής εκ των αδελφών σου εν μία των πόλεών σου εν τη γη η κύριος ο θεός σου δίδωσί σοι ουκ αποστέρξεις την καρδίαν σου ουδ΄ ου μη συσφίγξεις την χείρά σου από του αδελφού σου του επιδεομένου 8ανοίγων ανοίξεις τας χείράς σου αυτώ και δάνειον δανιείς αυτώ όσον αν επιδέηται και καθ΄ όσον υστερείται 9πρόσεχε σεαυτώ μη γένηται ρήμα κρυπτόν εν τη καρδία σου ανόμημα λέγων εγγίζει το έτος το έβδομον έτος της αφέσεως και πονηρεύσηται ο οφθαλμός σου τω αδελφώ σου τω επιδεομένω και ου δως αυτώ και βοήσεται κατά σου προς κύριον και έσται εν σοι αμαρτία μεγάλη 10διδούς δώσεις αυτώ και δάνειον δανιείς αυτώ όσον αν επιδέηται σου και ου λυπηθήση τη καρδία σου διδόντος σου αυτώ ότι διά το ρήμα τούτο ευλογήσει σε κύριος ο θεός σου εν πάσι τοις έργοις σου και εν πάσιν ου αν επιβάλης την χείρά σου 11ου γαρ μη εκλίπη ενδεής από της γης σου διά τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο λέγων ανοίγων ανοίξεις τας χείράς σου τω αδελφώ σου τω πένητι και τω επιδεομένω τω επί της γης σου 12εάν δε πραθή σοι ο αδελφός σου ο Εβραίος η η Εβραία δουλεύσει σοι εξ έτη και τω εβδόμω εξαποστελείς αυτόν ελεύθερον από σου 13όταν δε εξαποστέλλης αυτόν ελεύθερον από σου ουκ εξαποστελείς αυτόν κενόν 14εφόδιον εφοδιάσεις αυτόν από των προβάτων σου και από του σίτου σου και από του ληνού σου καθά ευλόγησέ σε κύριος ο θεός σου δώσεις αυτώ 15και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτου και ελυτρώσατό σε κύριος ο θεός σου εκείθεν διά τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο 16εάν δε λέγη προς σε ουκ εξελεύσομαι από σου ότι ηγάπησέ σε και την οικίαν σου ότι ευ εστίν αυτώ παρά σοι 17και λήψη το οπήτιον και τρυπήσεις το ους αυτού προς την θύραν και έσται σοι οικέτης εις τον αιώνα και την παιδίσκην σου ποιήσεις ωσαύτως 18ου σκληρόν έσται εναντίον σου εξαποστελλομένων αυτών ελευθέρων από σου ότι επέτειον μισθόν του μισθωτού εδούλευσέ σοι εξ έτη και ευλογήσει σε κύριος ο θεός σου εν πάσιν οις αν ποιής 19παν πρωτότοκον ο αν τεχθή εν ταις βουσί σου και εν τοις προβάτοις σου τα αρσενικά αγιάσεις κυρίω τω θεώ σου ουκ έργα εν τω πρωτοτόκω μόσχω σου και ου μη κείρης το πρωτότοκον των προβάτων σου 20έναντι κυρίου του θεού σου φαγή αυτό ενιαυτόν εξ ενιαυτού εν τω τόπω ω αν εκλέξηται κύριος ο θεός σου συ και ο οίκός σου 21εάν δε η εν αυτώ μώμος χωλόν η τυφλόν η και πας μώμος πονηρός ου θύσεις αυτό κυρίω τω θεώ σου 22εν ταις πόλεσί σου φαγή αυτό ο ακάθαρτος εν σοι και ο καθαρός ωσαύτως φάγεται ως δορκάδα η έλαφον 23πλην το αίμα αυτού ου φαγή επί την γην εκχεείς αυτό ως ύδωρ
Copyright information for ABPGRK