Deuteronomy 23

CHAPTER 23

Social Laws

1ουκ εισελεύσεται θλαδίας ουδέ αποκεκομμένος εις την εκκλησίαν κυρίου 2ουκ εισελεύσεται εκ πόρνης εις εκκλησίαν κυρίου έως δεκάτης γενεάς 3ουκ εισελεύσεται Αμμανίτης και Μωαβίτης εις εκκλησίαν κυρίου και έως δεκάτης γενεάς ουκ εισελεύσεται εις την εκκλησίαν κυρίου και έως εις τον αιώνα 4παρά το μη συναντήσαι αυτούς υμίν μετά άρτων και ύδατος εν τη οδώ εκπορευομένων υμών εξ Αιγύπτου και ότι εμισθώσαντο επί σε τον Βαλαάμ υιόν Βεώρ εκ της Μεσοποταμίας καταράσθαί σε 5και ουκ ηθέλησε κύριος ο θεός σου εισακούσαι του Βαλαάμ και μετέστρεψε κύριος ο θεός σου τας κατάρας εις ευλογίας ότι ηγάπησέ σε κύριος ο θεός σου 6ου προσαγορεύσεις ειρηνικά αυτοίς και συμφέροντα αυτοίς πάσας τας ημέρας σου εις τον αιώνα 7ου βδελύξη Ιδουμαίον ότι αδελφός σου εστίν ου βδελύξη Αιγυπτιον ότι πάροικος εγένου εν τη γη αυτού 8υιοί εάν γεννηθώσιν αυτοίς γενεά τρίτη εισελεύσονται εις εκκλησίαν κυρίου 9εάν δε εξέλθης παρεμβαλείν επί τους εχθρούς σου και φυλάξη από παντός πονηρού ρήματος 10εάν η εν σοι άνθρωπος ος ουκ έστι καθαρός εκ ρύσεως αυτού νυκτός και εξελεύσεται έξω της παρεμβολής και ουκ εισελεύσεται εις την παρεμβολήν 11και έσται το προς εσπέραν λούσεται το σώμα αυτού ύδατι και δεδυκότος ηλίου εισελεύσεται εις την παρεμβολήν 12και τόπος έσται σοι έξω της παρεμβολής και εξελεύση εκεί έξω 13και πάσσαλος έσται σοι επί της ζώνης σου και έσται όταν διακαθιζάνης έξω και ορύξεις εν αυτώ και επαγαγών καλύψεις την ασχημοσύνην σου εν αυτώ 14ότι κύριος ο θεός σου εμπεριπατεί εν τη παρεμβολή σου εξελέσθαι σε και παραδούναι τον εχθρόν σου προ προσώπου σου και έσται η παρεμβολή σου αγία και ουκ οφθήσεται εν σοι ασχημοσύνη πράγματος και αποστρέψει από σου 15ου παραδώσεις παίδα τω κυρίω αυτού ος προστέθειταί σοι παρά του κυρίου αυτού 16μετά σου κατοικήσει εν υμίν εν παντί τόπω ου αν αρέση αυτώ ου θλίψεις αυτόν 17ουκ έσται πόρνη από θυγατέρων Ισραήλ και ουκ έσται πορνεύων από υιών Ισραήλ 18ου προσοίσεις μίσθωμα πόρνης ουδέ άλλαγμα κυνός εις τον οίκον κυρίου του θεού σου προς πάσαν ευχήν ότι βδέλυγμα κυρίω τω θεώ σου εστί και αμφότερα 19ουκ εκτοκιείς τω αδελφώ σου τόκον αργυρίου και τόκον βρωμάτων και τόκον παντός πράγματος ου αν εκδανείσης 20τω αλλοτρίω εκτοκιείς τω δε αδελφώ σου ουκ εκτοκιείς ίνα ευλογήση σε κύριος ο θεός σου εν πάσι τοις έργοις σου επί της γης εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν 21εάν δε εύξη ευχήν κυρίω τω θεώ σου ου χρονιείς αποδούναι αυτήν ότι εκζητών εκζητήσει κύριος ο θεός σου παρά σου και έσται εν σοι αμαρτία 22εάν δε μη θέλης εύξασθαι ουκ έστι σοι αμαρτία 23τα εκπορευόμενα διά των χειλέων σου φυλάξη και ποιήσεις ον τρόπον ηύξω κυρίω τω θεώ σου δόμα ο ελάλησας τω στόματί σου 24εάν δε εισέλθης εις τον αμπελώνα του πλησίον σου φαγή σταφυλήν όσον ψυχήν σου εμπλησθήναι εις δε άγγος ουκ εμβάλείς 25εάν δε εισέλθης εις αμητόν του πλησίον σου και συλλέξεις εν ταις χερσί σου στάχυς και δρέπανον ου μη επιβάλης επί τον αμητόν του πλησίον σου
Copyright information for ABPGRK