Deuteronomy 5

CHAPTER 5

Obey the Ordinances

1και εκάλεσε Μωυσής πάντα Ισραήλ και είπε προς αυτούς άκουε Ισραήλ τα δικαιώματα και τα κρίματα όσα εγώ λαλώ εν τοις ωσίν υμών εν τη ημέρα ταύτη και μαθήσεσθε αυτά και φυλάξεσθε ποιείν αυτά 2κύριος ο θεός υμών διέθετο προς υμάς διαθήκην εν Χωρήβ 3ουχί τοις πατράσιν υμών διέθετο κύριος την διαθήκην ταύτην αλλ΄ η προς υμάς υμείς δε ώδε πάντες ζώντες σήμερον 4πρόσωπον κατά πρόσωπον ελάλησε κύριος προς υμάς εν τω όρει εκ μέσου του πυρός 5καγώ ειστήκειν αναμέσον κυρίου και υμών εν τω καιρώ εκείνω αναγγείλαι υμίν τα ρήματα κυρίου ότι εφοβήθητε από προσώπου του πυρός και ουκ ανέβητε εις το όρος λέγων 6εγώ ειμι κύριος ο θεός σου ο εξαγαγών σε εκ γης Αιγύπτου εξ οίκου δουλείας 7ουκ έσονταί σοι θεοί έτεροι προ προσώπου μου 8ου ποιήσεις σεαυτώ γλυπτόν ουδέ παντός ομοίωμα όσα εν τω ουρανώ άνω και όσα εν τη γη κάτω και όσα εν τοις ύδασιν υποκάτω της γης 9ου προσκυνήσεις αυτοίς ουδέ μη λατρεύσης αυτοίς ότι εγώ ειμι κύριος ο θεός σου θεός ζηλωτής αποδιδούς αμαρτίας πατέρων επί τέκνα επί τρίτην και τετάρτην γενεάν τοις μισούσί με 10και ποιών έλεος εις χιλιάδας τοις αγαπώσί με και τοις φυλάσσουσι τα προστάγματά μου 11ου λήψη το όνομα κυρίου του θεού σου επί ματαίω ου γαρ μη καθαρίσει κύριος ο θεός σου τον λαμβάνοντα το όνομα αυτού επί ματαίω 12φύλαξαι την ημέραν των σαββάτων αγιάζειν αυτήν ον τρόπον ενετείλατό σοι κύριος ο θεος σου 13εξ ημέρας έργα και ποιήσεις πάντα τα εργά σου 14τη δε ημέρα τη εβδόμη σάββατα κυρίω τω θεώ σου ου ποιήσεις εν αυτή παν έργον συ και ο υιοίς σου και η θυγάτηρ σου ο παις σου και η παιδίσκη σου ο βους σου και το υποζύγιόν σου και παν κτήνός σου και ο προσήλυτος ο παροικών εν σοι ίνα αναπαύσηται ο παις σου και η παιδίσκη σου ώσπερ και συ 15και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτω και εξήγαγέ σε κύριος ο θεός σου εκείθεν εν χειρί κραταιά και εν βραχίονι υψηλώ διά τούτο συνέταξέ σοι κύριος ο θεός σου ώστε φυλάσσεσθαι σε την ημέραν των σαββάτων και αγιάζειν αυτήν 16τίμα τον πατέρα σου και την μητέρα σου ον τρόπον ενετείλατό σοι κύριος ο θεός σου ίνα ευ σοι γένηται και ίνα μακροχρόνιος γένη επί της γης ης κύριος ο θεός σου δίδωσί σοι 17ου φονεύσεις 18ου μοιχεύσεις 19ου κλέψεις 20ου ψευδομαρτυρήσεις κατά του πλησίον σου μαρτυρίαν ψευδή 21ουκ επιθυμήσεις την γυναίκα του πλησίον σου ουκ επιθυμήσεις την οικίαν του πλησίον σου ούτε τον αγρόν αυτού ούτε τον παίδα αυτού ούτε την παιδίσκην αυτού ούτε του βοός αυτού ούτε του υποζυγίου αυτού ούτε παντός κτήνους αυτού ούτε πάντα όσα του πλησίον σου εστί 22ταύτα τα ρήματα ελάλησε κύριος προς πάσαν συναγωγήν υμών εν τω όρει εκ μέσου του πυρός σκότος γνόφος θύελλα φωνή μεγάλη και ου προσέθηκε και έγραψεν αυτά επί δύο πλάκας λιθίνας και έδωκε εμοί 23και εγένετο ως ηκούσατε την φωνήν εκ μέσου του πυρός και το όρος εκαίετο πυρί και προσήλθετε προς με πάντες οι ηγούμενοι των φυλών υμών και η γερουσία υμών 24και ελέγετε ιδού έδειξεν ημίν κύριος ο θεός ημών την δόξαν αυτού και την φωνήν αυτού ηκούσαμεν εκ μέσου του πυρός εν τη ημέρα ταύτη είδομεν ότι λαλήσει ο θεός προς άνθρωπον και ζήσεται 25και νυν μή ποτε αποθάνωμεν ότι εξαναλώσει ημάς το πυρ το μέγα τούτο εάν προσθώμεν ακούσαι ημείς την φωνήν κυρίου του θεού ημών έτι και αποθανούμεθα 26τις γαρ σαρξ ήτις ήκουσε φωνήν θεού ζώντος λαλούντος εκ μέσου του πυρός ως ημείς και ζήσεται 27πρόσελθε συ και άκουσον πάντα όσα αν είπη κύριος ο θεός ημών προς σε και συ λαλήσεις προς ημάς πάντα όσα αν λαλήση κύριος ο θεός ημών προς σε και ακουσόμεθα και ποιήσομεν 28και ήκουσε κύριος την φωνήν των λόγων υμών λαλούντων προς με και είπε κύριος προς με ήκουσα την φωνήν των λόγων του λαού τούτου όσα ελάλησαν προς σε ορθώς πάντα όσα ελαλήθη 29τις δώσει είναι ούτως την καρδίαν αυτών εν αυτοίς ώστε φοβείσθαί με και φυλάσσειν τας εντολάς μου πάσας τας ημέρας ίνα ευ η αυτοίς και τοις υιοίς αυτών δι΄ αιώνος 30βάδισον είπον αυτοίς αποστράφητε υμείς εις τους οίκους υμών 31συ δε αυτού στήθι μετ΄ εμού και λαλήσω προς σε πάσας τας εντολάς και τα δικαιώματα και τα κρίματα όσα διδάξεις αυτούς και ποιείτωσαν ούτως εν τη γη ην εγώ δίδωμι αυτοίς εν κλήρω 32και φυλάξεσθε ποιείν ον τρόπον ενετείλατό σοι κύριος ο θεός σου ουκ εκκλινείς δεξιά ουδέ αριστερά 33κατά πάσαν την οδόν ην ενετείλατό σοι κύριος ο θεός σου πορεύεσθαι εν αυτή όπως καταπαύση σε και ευ σοι η και μακροημερεύσητε επί της γης ην κληρονομήσετε
Copyright information for ABPGRK