Deuteronomy 6

CHAPTER 6

Love The LORD with Your Entire Heart

1και αύται αι εντολαί και τα δικαιώματα και τα κρίματα όσα ενετείλατο κύριος ο θεός ημών διδάξαι υμάς ποιείν ούτως εν τη γη εις ην υμείς εισπορεύεσθε εκεί κληρονομήσαι αυτήν 2ίνα φοβήσθε κύριον τον θεόν ημών φυλάσσεσθαι πάντα τα δικαιώματα αυτού και τας εντολάς αυτού ας εγώ εντέλλομαί σοι σήμερον συ και οι υιοί σου και οι υιοί των υιών σου πάσας τας ημέρας της ζωής σου ίνα μακροημερεύσητε 3και άκουσον Ισραήλ και φύλαξον ποιείν όπως ευ η σοι και ίνα πληθυνθήτε σφόδρα καθάπερ ελάλησε κύριος ο θεός των πατέρων σου δούναί σοι γην ρέουσαν γάλα και μέλι και ταύτα τα δικαιώματα και τα κρίματα όσα ενετείλατο κύριος τοις υιοίς Ισραήλ εν τη ερήμω εξελθόντων αυτών εκ γης Αιγύπτου 4άκουε Ισραήλ κύριος ο θεός ημών κύριος εις εστί 5και αγαπήσεις κύριον τον θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου και εξ όλης της δυνάμεώς σου 6και έσται τα ρήματα ταύτα όσα εγώ εντέλλομαί σοι σήμερον εν τη καρδία σου και εν τη ψυχή σου 7και προβιβάσεις αυτά τους υιούς σου και λαλήσεις επ΄ αυτοίς καθήμενος εν οίκω και πορευόμενος εν οδώ και κοιταζόμενος και διανιστάμενος 8και αφάψεις αυτά εις σημείον επί της χειρός σου και έσται ασάλευτα προ οφθαλμών σου 9και γράψεις αυτά επί τας φλιάς των οικίων σου και των πυλών σού 10και έσται όταν εισαγάγη σε κύριος ο θεός σου εις την γην ην ώμοσε τοις πατράσι σου τω Αβραάμ και τω Ισαάκ και τω Ιακώβ δούναί σοι πόλεις μεγάλας και καλάς ας ουκ ωκοδόμησας 11οικίας πλήρεις πάντων αγαθών ας ουκ ενέπλησας λάκκους λελατομημένους ους ουκ εξελατόμησας αμπελώνας και ελαιώνας ους ουκ εφύτευσας και φαγών και εμπλησθείς 12προσέχε σεαυτώ μη επιλάθη κυρίου του θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου εξ οίκου δουλείας 13κύριον τον θεόν σου φοβηθήση και αυτώ μόνω λατρεύσεις και προς αυτόν κολληθήση και επί τω ονόματι αυτού ομή 14ου πορεύεσθε οπίσω θεων ετέρων από των θεών των εθνών των περικύκλω υμών 15ότι ο θεός ζηλωτής κύριος ο θεός σου εν σοι μη οργισθείς θυμώ κύριος ο θεός σου εν σοι και εξολοθρεύση σε από προσώπου της γης 16ουκ εκπειράσεις κύριον τον θεόν σου ον τρόπον εξεπειράσατε εν τω πειρασμώ 17φυλάσσων φυλάξη τας εντολάς κυρίου του θεού σου και τα μαρτύρια αυτού και τα δικαιώματα αυτού όσα ενετείλατό σοι 18και ποιήσεις το αρεστόν και το καλόν έναντι κυρίου του θεού σου ίνα ευ σοι γένηται και εισέλθης και κληρονομήσης την γην την αγαθήν ην ώμοσε κύριος τοις πατράσι σου 19εκδιώξαι πάντας τους εχθρούς σου προ προσώπου σου καθά ελάλησε κύριος 20και έσται όταν ερωτήση σε ο υιός σου άυριον λέγων τίνα εστί τα μαρτύρια και τα δικαιώματα και τα κρίματα όσα ενετείλατο κύριος ο θεός ημών ημίν 21και ερείς τω υιώ σου οικέται ήμεν τω Φαραώ εν γη Αιγύπτου και εξήγαγεν ημάς κύριος εκείθεν εν χειρί κραταιά και εν βραχίονι υψηλώ 22και έδωκε κύριος σημεία και τέρατα μεγάλα και πονηρά εν Αιγύπτω εν Φαραώ και εν τω οίκω αυτού ενώπιον ημών 23και ημάς εξήγαγε κύριος εκείθεν ίνα εισαγάγη ημάς δούναι ημίν την γην ταύτην ην ώμοσε κύριος ο θεός ημών τοις πατράσιν ημών δούναι ημίν 24και ενετείλατο ημίν κύριος ποιείν πάντα τα δικαιώματα ταύτα φοβείσθαι κύριον τον θεόν ημών ίνα ευ η ημίν πάσας τας ημέρας ίνα ζώμεν ώσπερ και σήμερον 25και ελεημοσύνη έσται ημίν εάν φυλασσώμεθα ποιείν πάσας τας εντολάς του νόμου τούτου έναντι κυρίου του θεού ημών καθά ενετείλατο ημίν
Copyright information for ABPGRK