Deuteronomy 7

CHAPTER 7

The LORD's Prized People

1και έσται εν τω εισαγαγείν σε κύριος ο θεός σου εις την γην εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν και εξάρη έθνη μεγάλα και πολλά από προσώπου σου τον Χετταίον και τον Γεργεσαίον και τον Αμορραίον και Χαναναίον και Φερεζαίον και τον Ευαίον και τον Ιεβουσαίον επτά έθνη μεγάλα και πολλά και ισχυρότερα υμών 2και παραδώσει αυτούς κύριος ο θεός σου εις τας χείρας σου και πατάξεις αυτούς αφανισμώ αφανιείς αυτούς ου διαθήση προς αυτούς διαθήκην ουδε μη ελεήσης αυτούς 3ουδέ μη γαμβρεύσητε προς αυτούς την θυγατέρα σου ου δώσεις τω υιώ αυτού και την θυγατέρα αυτού ου λήψη τω υιώ σου 4αποστήσει γαρ τον υιόν σου απ΄ εμού και λατρεύσει θεοίς ετέροις και οργισθήσεται θυμώ κύριος εις υμάς και εξολοθρεύσει σε το τάχος 5αλλ΄ ούτω ποιήσετε αυτοίς τους βωμούς αυτών καθελείτε και τας στήλας αυτών συντρίψετε και τα άλση αυτών εκκόψετε και τα γλυπτά των θεών αυτών κατακαύσετε πυρί 6ότι λαός άγιος ει κυρίω τω θεώ σου και σε προείλετο κύριος ο θεός σου είναι αυτώ λαόν περιούσιον παρά πάντα τα έθνη όσα επί προσώπου της γης 7ουχ ότι πολυπληθείτε παρά πάντα τα έθνη προείλετο κύριος υμάς και εξελέξατο υμάς υμείς γαρ εστέ ολιγοστοί παρά πάντα τα έθνη 8αλλά παρά το αγαπάν κύριον υμάς και διατηρείν τον όρκον ον ώμοσε τοις πατράσιν υμών εξήγαγεν υμάς κύριος εν χειρί κραταιά και εν βραχίονι υψηλώ και ελυτρώσατό σε εξ οίκου δουλείας εκ χειρός Φαραώ βασιλέως Αιγύπτου

The LORD Guards His Covenant

9και γνώση ότι κύριος ο θεός σου ούτος θεός ο θεός ο πιστός ο φυλάσσων την διαθήκην και έλεος τοις αγαπώσιν αυτόν και τοις φυλάσσουσι τας εντολάς αυτού εις χιλίας γενεάς 10και αποδιδούς τοις μισούσι κατά πρόσωπον εξολοθρεύσαι αυτούς και ουχί βραδυνεί τοις μισούσι κατά πρόσωπον αποδώσει αυτοίς 11και φυλάξη τας εντολάς και τα δικαιώματα και τα κρίματα ταύτα όσα εγώ εντέλλομαί σοι σήμερον ποιείν 12και έσται ηνίκα αν ακούσητε τα δικαιώματα ταύτα και φυλάξητε και ποιήσητε αυτά και διαφυλάξει κύριος ο θεός σου σοι την διαθήκην και το έλεος ο ώμοσε τοις πατράσιν υμών 13και αγαπήσει σε και ευλογήσει σε και πληθυνεί σε και ευλογήσει τα έκγονα της κοιλίας σου και τον καρπόν της γης σου τον σίτόν σου και τον οίνόν σου και το έλαιόν σου τα βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου επί της γης ης ώμοσε κύριος τοις πατράσι σου δούναί σοι 14ευλογητός έση παρά πάντα τα έθνη ουκ έσται εν υμίν άγονος ουδέ στείρα και εν τοις κτήνεσί σου 15και περιελεί κύριος από σου πάσαν μαλακίαν και πάσας νόσους Αιγύπτου τας πονηράς ας έγνως ουκ επιθήσει επί σε και επιθήσει αυτά επί πάντας τους μισούντάς σε 16και φαγή πάντα τα σκύλα των εθνών α κύριος ο θεός σου δίδωσί σοι ου φείσεται ο οφθαλμός σου επ΄ αυτοίς και ου μη λατρεύσης τοις θεοίς αυτών ότι σκώλον τούτο έσται σοι 17εάν δε λέγης εν τη διανοία σου ότι πολύ το έθνος τούτο η εγώ πως δυνήσομαι εξολοθρεύσαι αυτούς 18ου φοβήθηση αυτούς μνεία μνησθήση όσα εποίησε κύριος ο θεός σου τω Φαραώ και πάσι τοις Αιγυπτίοις 19τους πειρασμούς τους μεγάλους ους είδοσαν οι οφθαλμοί σου τα σημεία και τα τέρατα τα μεγάλα εκείνα την χείρα την κραταιάν και τον βραχίονα τον υψηλόν ως εξήγαγέ σε κύριος ο θεός σου ούτω ποιήσει κύριος ο θεός υμών πάσι τοις έθνεσιν ους συ φοβή από προσώπου αυτών 20και τας σφηκίας αποστελεί κύριος ο θεός σου εις αυτούς έως αν εκτριβώσιν οι καταλελειμμένοι και οι κεκρυμμένοι από σου 21ου τρωθήση από προσώπου αυτών ότι κύριος ο θεός σου εν σοι θεός μέγας και κραταιός 22και καταναλώσει κύριος ο θεός σου τα έθνη ταύτα από προσώπου σου κατά μικρόν μικρόν ου δυνήση εξαναλώσαι αυτούς το τάχος ίνα μη γένηται η γη έρημος και πληθυνθή επί σε τα θηρία τα άγρια 23και παραδώσει αυτούς κύριος ο θεός σου εις τας χείράς σου και απολείς αυτούς απωλεία μεγάλη έως αν εξολοθρεύσης αυτούς 24και παραδώσει τους βασιλείς αυτών εις τας χείρας υμών και απολείται το όνομα αυτών υποκάτω του ουρανού ουκ αντιστήσεται ουδείς κατά πρόσωπόν σου έως αν εξολοθρεύσης αυτούς 25τα γλυπτά των θεών αυτών κατακαύσετε πυρί ουκ επιθυμήσεις αργύριον ουδέ χρυσίον απ΄ αυτών λαβείν σεαυτώ μη πταίσης δι΄ αυτό ότι βδέλυγμα κυρίω τω θεώ σου εστί 26και ουκ εισοίσεις βδέλυγμα εις τον οικόν σου και ανάθεμα έση ώσπερ τούτο προσοχθίσματι προσοχθιείς και βδελύγματι βδελύξη ότι ανάθεμά εστι
Copyright information for ABPGRK