Ecclesiastes 1

CHAPTER 1

The Folly of Life

1ρήματα εκκλησιαστού υιόυ Δαυίδ βασιλέως Ισραήλ εν Ιερουσαλήμ 2ματαιότης ματαιοτήτων είπεν ο εκκλησιαστής ματαιότης ματαιοτήτων τα πάντα ματαιότης 3τις περίσσεια τω ανθρώπω εν παντί μόχθω αυτού ω μοχθεί υπό τον ήλιον 4γενεά πορεύεται και γενεά έρχεται και η γη εις τον αιώνα έστηκε 5και ανατέλλει ο ήλιος και δύνει ο ήλιος και εις τον τόπον αυτού έλκει 6αυτός ανατέλλων εκπορεύεται προς νότον και κυκλοί προς βορράν κυκλοί κυκλών πορεύεται το πνεύμα και επί κύκλους αυτού επιστρέφει το πνεύμα 7πάντες οι χείμαρροι πορεύονται εις την θάλασσαν και η θάλασσα ουκ έστιν εμπιπλαμένη εις τον τόπον ου οι χείμαρροι πορεύονται εκεί αυτοί επιστρέψουσι του πορευθήναι 8πάντες οι λόγοι έγκοποι ου δυνήσεται ανήρ του λαλείν και ουκ εμπλησθήσεται οφθαλμός του οράν και ου πληρωθήσεται ους από ακροάσεως 9τι το γεγονός αυτό το γενησόμενον και τι το πεποιημένον αυτό το ποιηθησόμενον και ουκ έστι παν πρόσφατον υπό τον ήλιον 10ος λαλήσει και ερεί ίδε τούτο καινόν εστιν ήδη γέγονεν εν τοις αιώσι τοις γενομένοις από έμπροσθεν ημών 11ουκ έστι μνήμη τοις πρώτοις και γε τοις εσχάτοις γενομένοις ουκ έσται αυτών μνήμη μετά των γενησομένων εις την εσχάτην 12εγώ εκκλησιαστής εγενόμην βασιλεύς επί Ισραήλ εν Ιερουσαλήμ 13και έδωκα την καρδίαν μου του εκζητήσαι και του κατασκέψασθαι εν τη σοφία περί πάντων των γινομένων υπό τον ουρανόν ότι περισπασμόν πονηρόν έδωκεν ο θεός τοις υιοίς των ανθρώπων του περισπάσθαι εν αυτώ 14είδον σύμπαντα τα ποιήματα τα πεποιημένα υπό τον ήλιον και ιδού πάντα ματαιότης και προαίρεσις πνεύματος 15διεστραμμένον ου δυνήσεται του επικοσμηθήναι και υστέρημα ου δυνήσεται αριθμηθήναι 16ελάλησα εγω εν καρδία μου του λέγειν ιδού εγώ εμεγαλύνθην και προσέθηκα σοφίαν επί πάσιν οι εγένοντο έμπροσθέν μου εν Ιερουσαλήμ και έδωκα καρδίαν μου του γνώναι σοφίαν και γνώσιν 17και καρδία μου είδε πολλά σοφίαν και γνώσιν παραβολάς και επιστήμην έγνων εγώ ότι και γε τούτό εστι προαίρεσις πνεύματος 18ότι εν πλήθει σοφίας πλήθος γνώσεως και ο προστιθείς γνώσιν προσθήσει άλγημα
Copyright information for ABPGRK