Ecclesiastes 11

CHAPTER 11

The Ways of Equity

1απόστειλον τον άρτον σου επί πρόσωπον του ύδατος ότι εν πλήθει των ημερών ευρήσεις αυτόν 2δος μερίδα τοις επτά και γε τοις οκτώ ότι ου γινώσκεις τι έσται πονηρόν επί την γην 3εάν πληρωθώσι τα νέφη υετού επί την γην εκχεούσι και εάν πέση ξύλον εν τω νότω και εάν εν τω βορρά τόπω ου πεσείται το ξύλον εκεί έσται 4τηρών άνεμον ου σπειρεί και βλέπων εν ταις νεφέλαις ου θερίσει 5εν οις ουκ έστι γινώσκων τις η οδός του πνεύματος ως οστά εν γαστρί της κυοφορούσης ούτως ου γνώση τα ποιήματα του θεού όσα ποιήσει τα σύμπαντα 6εν πρωία σπείρον το σπέρμα σου και εν εσπέρα μη αφιέτω η χειρ σου ότι ου γινώσκεις ποίον στοιχήσει η τούτο η τούτο και εάν τα δύο επιτοαυτό αγαθά 7και γλυκύ το φως και αγαθόν τοις οφθαλμοίς του βλέπειν συν τον ήλιον 8ότι και εάν έτη πολλά ζήσεται ο άνθρωπος εν πάσιν αυτοίς ευφρανθήσεται και μνησθήσεται τας ημέρας του σκότους ότι πολλαί έσονται παν το ερχόμενον ματαιότης 9ευφραίνου νεανίσκε εν νεότητι σου και αγαθυνάτω σε η καρδία σου εν ημέραις νεότητός σου και περιπάτει εν οδοίς καρδίας σου άμωμος και εν οράσει οφθαλμών σου και γνώθι ότι επί πάσι τούτοις άξει σε ο θεός εις κρίσει 10και απόστησον θυμόν από καρδίας σου και παράγαγε πονηρίαν από σαρκός σου ότι η νεότης και η άνοια ματαιότης
Copyright information for ABPGRK