Esther 4

CHAPTER 4

Esther Learns of Haman's Plot

1ο δε Μαρδοχαίος επιγνούς το συντελούμενον διέρρηξε τα ιμάτια αυτού και ενεδύσατο σάκκον και κατεπάσατο σποδόν και εκπηδήσας διά της πλατείας της πόλεως εβόα φωνή μεγάλη αίρεται έθνος μηδέν ηδικηκός 2και ήλθεν έως της πύλης του βασιλέως και έστη ου γαρ ην αυτώ εξόν εισελθείν εις την αυλήν σάκκον έχοντι και σποδόν 3και εν πάση χώρα ου εξετίθετο τα γράμματα κραυγή και κοπετός και πένθος μέγα τοις Ιουδαίοις και σάκκον και σποδόν έστρωσαν εαυτοίς 4και εισήλθον αι άβραι και οι ευνούχοι της βασιλίσσης και ανήγγειλαν αυτή και εταράχθη ακούσασα το γεγονός και απέστειλε στολίσαι τον Μαρδοχαίον και αφελέσθαι αυτού τον σάκκον ο δε ουκ επείσθη 5η δε Εσθήρ προσεκαλέσατο Αθάχ τον ευνούχον αυτής ος παρειστήκει αυτή και απέστειλε μαθείν αυτή παρά του Μαρδοχαίου το ακριβές 7ο δε Μαρδοχαίος υπέδειξεν αυτώ το γεγονός και την επαγγελίαν ην επηγγείλατο Αμάν τω βασιλεί εις την γάζαν ταλάντων μυρίων ίνα απολέση τους Ιουδαίους 8και το αντίγραφον το εν Σούσοις εκτεθέν υπέρ του απολέσθαι αυτούς έδωκεν αυτώ δείξαι τη Εσθήρ και είπεν αυτώ εντείλασθαι αυτή εισελθούση παραιτήσασθαι τον βασιλέα και αξιώσαι αυτόν περί του λαού μνησθείσα ημερών ταπεινώσεώς σου ως ετράφης εν χειρί μου διότι Αμάν ο δευτερεύων τω βασιλεί ελάλησε καθ΄ ημών εις θάνατον επικάλεσαι τον κύριον και λάλησον τω βασιλεί περί ημών και ρύσαι ημάς εκ θανάτου 9εισελθών δε ο Αθάχ ελάλησεν Εσθήρ πάντας τους λόγους τούτους 10είπε δε Εσθήρ προς Αθάχ πορεύθητι προς Μαρδοχαίον και είπον 11ότι τα έθνη πάντα της βασιλείας γινώσκει ότι πας άνθρωπος η γυνή ος εισελεύσεται προς τον βασιλέα εις την αυλήν την εσωτέραν άκλητος ουκ έστιν αυτώ σωτηρία πλην ω εάν εκτείνη ο βασιλεύς την χρυσήν ράβδον ούτος σωθήσεται καγώ ου κέκλημαι εισελθείν προς τον βασιλέα εισίν αύται ημέραι τριάκοντα 12και απήγγειλεν Αθάχ τω Μαρδοχαίω πάντας τους λόγους Εσθήρ 13και είπε Μαρδοχαίος προς Αθάχ πορεύθητι και είπον αυτή Εσθήρ μη είπης σεαυτή ότι σωθήση μόνη εν τη βασιλεία παρά πάντας τους Ιουδαίους 14ως ότι εάν παρακούσης εν τούτω τω καιρώ αλλαχόθεν βοήθεια και σκέπη έσται τοις Ιουδαίοις συ δε και ο οίκος του πατρός σου απολείσθε και τις οίδεν ει εις τον καιρόν τούτον εβασίλευσας 15και εξαπέστειλεν Εσθήρ τον ήκοντα προς αυτήν προς Μαρδοχαίον λέγουσα 16βαδίσας εκκλησίασον τους Ιουδαίους τους εν Σούσοις και νηστεύσατε επ΄ εμοί και μη φάγητε μηδέ πιήτε επί ημέρας τρεις νύκτα και ημέραν καγώ και αι άβραι μου ασιτήσομεν και τότε εισελεύσομαι προς τον βασιλέα παρά τον νόμον εάν και απολέσθαι με δέη 17και βαδίσας Μαρδοχαίος εποίησεν όσα ενετείλατο αυτώ Εσθήρ
Copyright information for ABPGRK