Esther 5

CHAPTER 5

Esther Appears before the King

και εγένετο εν τη ημέρα τη τρίτη ενεδύσατο η Εσθήρ βασιλικοίς και έστη εν αυλή του οίκου βασιλέως τη εσωτέρα εξεναντίας της βασιλικής του βασιλέως ο δε βασιλεύς εκάθητο εν θρόνω της εαυτού βασιλείας εν τω οίκω τω βασιλικώ εξαναντίας της θύρας του οίκου ως δε είδεν ο βασιλεύς Εσθήρ την βασίλισσαν ισταμένην εν τη αυλή εύρε δε χάριν εν οφθαλμοίς αυτού και εκτείνας ο βασιλεύς τη Εσθήρ την ράβδον την χρυσήν την εν τη χειρί αυτού και προσήλθεν η Εσθήρ και ήψατο της άκρας της ράβδου και είπεν ο βασιλεύς τι θέλεις Εσθήρ και τι σου εστί το αξίωμα έως ημίσους της βασιλείας μου έσται σοι είπε δε Εσθήρ ημέρα μου επίσημος σήμερόν εστιν ει ουν δοκεί τω βασιλεί ελθέτω και ο βασιλεύς και Αμάν εις την δοχήν ην ποιήσω σήμερον και είπεν ο βασιλεύς κατασπεύσατε Αμάν όπως ποιήσωμεν τον λόγον Εσθήρ και παραγίνονται αμφότεροι εις την δοχήν ην εποίησεν Εσθήρ

Esther's Banquet

εν δε τω πότω είπεν ο βασιλεύς προς Εσθήρ τι εστί σοι βασίλισσα Εσθήρ και έσται σοι όσα αξιοίς και είπε το αίτημά μου και το αξίωμά μου ει εύρον χάριν ενώπιον του βασιλέως ελθέτω ο βασιλεύς και Αμάν επί την αύριον εις την δοχήν ην ποιήσω αυτοίς και αύριον ποιήσω τα αυτά και εξήλθεν Αμάν από του βασιλέως υπέρχαρης και ευφραινόμενος εν δε τω ιδείν Αμάν Μαρδοχαίον τον Ιουδαίον εν τη αυλή εθυμώθη σφόδρα 10 και εισελθών εις τα ίδια εκάλεσε τους φίλους και Ζωσάραν την γυναίκα αυτού 11 και υπέδειξεν αυτοίς τον πλούτον αυτού και την δόξαν ην ο βασιλεύς αυτώ περιέθηκε και ως εποίησεν αυτόν πρωτεύειν και ηγείσθαι της βασιλείας 12 και είπεν Αμάν ου κέκληκεν η βασίλισσα μετά του βασιλέως ουδένα εις την δοχήν αλλ΄ η εμέ και εις την αύριον κέκληκέ με 13 και ταύτά μοι ουκ αρέσκει όταν ίδω Μαρδοχαίον τον Ιουδαίον εν τη αυλή 14 και είπε προς αυτόν Ζωσάρα η γυνή αυτού και οι φίλοι κοπήτω σοι ξύλον πηχών πεντήκοντα όρθρου δε είπον τω βασιλεί και κρεμασθήτω Μαρδοχαίος επί του ξύλου συ δε είσελθε εις την δοχήν συν τω βασιλεί και ευφραίνου και ήρεσε το ρήμα τω Αμάν και ητοίμασε το ξύλον
Copyright information for ABPGRK