Esther 6

CHAPTER 6

The King Honors Mordecai

1ο δε κύριος απέστησε τον ύπνον από του βασιλέως την νύκτα εκείνην και είπε τω διακόνω αυτού εισφέρειν γράμματα μνημόσυνα των ημερών αναγινώσκειν αυτώ 2εύρε δε γράμματα τα γραφέντα περί Μαρδοχαίου ως απήγγειλε τω βασιλεί περί των δύο ευνούχων του βασιλέως εν τω φυλάσσειν αυτούς και ζητήσαι επιβαλείν τας χείρας Αρταξέρξη 3είπε δε ο βασιλεύς τίνα δόξαν η χάριν εποιήσαμεν τω Μαρδοχαίω και είπαν οι διάκονοι του βασιλέως ουκ εποίησας αυτώ ουδέν 4εν δε τω πυνθάνεσθαι τον βασιλέα περί της ευνοίας Μαρδοχαίου ιδού Αμάν εν τη αυλή είπε δε ο βασιλεύς τις εν τη αυλή ο δε εισήλθεν ειπείν τω βασιλεί κρέμασαι τον Μαρδοχαίον επί τω ξύλω ω ητοίμασε 5και είπον οι διάκονοι του βασιλέως ιδού Αμάν έστηκεν εν τη αυλή και είπεν ο βασιλεύς καλέσατε αυτόν 6είπε δε ο βασιλεύς τω Αμάν τι ποιήσω τω ανθρώπω ον εγώ θέλω δοξάσαι είπε δε εν εαυτώ Αμάν τίνα θέλει ο βασιλεύς δοξάσαι ει μη εμέ 7είπε δε προς τον βασιλέα άνθρωπον ον ο βασιλεύς θέλει δοξάσαι 8ενεγκάτωσαν οι παίδες του βασιλέως στολήν βυσσίνην ην ο βασιλεύς περιβάλλεται και ίππον εφ΄ ον ο βασιλεύς επιβαίνει 9και δότω ενί των φίλων του βασιλέως των ενδόξον και στολισάτω τον άνθρωπον ον ο βασιλεύς αγαπά και αναβιβασάτω αυτόν επί τον ίππον και κηρυσσέτω διά της πλατείας της πόλεως λέγων ούτως έσται παντί ανθρώπω ον ο βασιλεύς δοξάζει 10είπε δε ο βασιλεύς τω Αμάν καλώς ελάλησας ούτως ποίησον τω Μαρδοχαίω τω Ιουδαίω τω θεράπευοντι εν τη αυλή και μη παραπεσάτω σου λόγος ον ελάλησας 11έλαβε δε Αμάν την στολήν και τον ίππον και εστόλισε τον Μαρδοχαίον και ανεβίβασεν αυτόν επί τον ίππον και διήλθε διά της πλατείας της πόλεως και εκήρυσσε λέγων ούτως έσται παντί ανθρώπω ο βασιλεύς θέλει δοξάσαι 12επέστρεψε δε ο Μαρδοχαίος εις την αυλήν Αμάν δε επέστρεψεν εις τα ίδια λυπούμενος κατά κεφαλής 13και διηγήσατο Αμάν τα συμβεβηκότα αυτώ Ζωσάρα τη γυναικί αυτού και τοις φίλοις και είπον προς αυτόν οι φίλοι και η γυνή ει εκ γένους Ιουδαίων Μαρδοχαίος και ήρξω ταπεινούσθαι έμπροσθεν αυτού πεσών πέση ου μη δύνη αυτόν αμύνασθαι ότι θεός ζων μετ΄ αυτού 14έτι αυτών λαλούντων παραγίνονται οι ευνούχοι επισπεύδοντες τον Αμάν επί τον πότον ον ητοίμασεν Εσθήρ
Copyright information for ABPGRK