Esther 7

CHAPTER 7

Haman's Plot Is Revealed

1εισήλθε δε ο βασιλεύς και Αμάν συμπιείν τη βασιλίσση 2είπε δε ο βασιλεύς τη Εσθήρ τη δευτέρα ημέρα εν τω πότω τι εστιν Εσθήρ βασίλισσα και τι το αίτημά σου και τι το αξίωμά σου και έσται σοι έως ημίσους της βασιλείας μου 3και αποκριθείσα είπεν ει εύρον χάριν ενώπιον του βασιλέως δοθήτω η ψυχή τω αιτήματί μου και ο λαός μου τω αξιώματί μου 4επράθημεν γαρ εγώ τε και ο λαός μου εις απώλειαν και διαρπαγήν και δουλείαν ημείς τε και τα τέκνα ημών εις παίδας και παιδίσκας και παρήκουσας ου γαρ άξιος ο διάβολος της αυλής του βασιλέως 5είπε δε ο βασιλεύς τις ούτος ος ετόλμησε ποιήσαι το πράγμα τούτο 6είπε δε Εσθήρ άνθρωπος εχθρός Αμάν ο πονηρός ούτος Αμάν δε εταράχθη από του βασιλέως και της βασιλίσσης 7ο δε βασιλεύς εξανέστη εκ του συμποσίου εις τον κήπον ο δε Αμάν παρακάλει την βασίλισσαν εώρα γαρ εαυτόν εν κακοίς όντα 8επέστρεψε δε ο βασιλεύς εκ του κήπου Αμάν δε επιπεπτώκει επί την κλίνην αξιών την βασίλισσαν είπε δε ο βασιλεύς ώστε και την γυναίκα βιάζη εν τη οικία μου Αμάν δε ακούσας διετράπη τω προσώπω 9ειπε δε Χαρβωνά εις των ευνούχων προς τον βασιλέα ιδού και ξύλον ητοίμασεν Αμάν Μαρδοχαίω τω λαλήσαντι περί του βασιλέως και ώρθωται εν τοις Αμάν πηχών πεντήκοντα είπε δε ο βασιλεύς σταυρωθήτω επ΄ αυτό 10και εκρεμάσθη Αμαν επί του ξύλου ο ητοίμασε Μαρδοχαίω και τότε ο βασιλεύς εκόπασε από του θυμού
Copyright information for ABPGRK