Esther 8

CHAPTER 8

Esther Petitions the King

και εν αυτή τη ημέρα ο βασιλεύς Αρταξέρξης εδωρήσατο τη Εσθήρ όσα υπήρχεν Αμάν τω διαβόλω και Μαρδοχαίος προσεκλήθη παρά του βασιλέως υπέδειξε γαρ Εσθήρ ότι ενοικείωται αυτή έλαβε δε ο βασιλεύς τον δακτύλιον ον αφείλετο Αμάν και έδωκε Μαρδοχαίω και κατέστησεν Εσθήρ Μαρδοχαίον επί πάντων των του Αμάν και προσθείσα ελάλησε προς τον βασιλέα και προσέπεσεν επί τους πόδας αυτού και ηξίου αφελείν την Αμάν κακίαν και όσα εποίησε τοις Ιουδαίοις εξέτεινε δε ο βασιλεύς Εσθήρ την ράβδον την χρυσήν και εξηγέρθη Εσθήρ παρεστηκέναι τω βασιλεί και είπεν Εσθήρ ει δοκεί σοι και εύρον χάριν πεμφθήτω αποστραφήναι τα γράμματα τα απεσταλμένα από Αμάν τα γραφέντα απολέσθαι τους Ιουδαίους οι είσιν εν τη βασιλεία σου πως γαρ δυνήσομαι ιδείν την κάκωσιν του λαού μου και πως δυνήσομαι σωθήναι εν τη απωλεία της πατρίδος μου και είπεν ο βασιλεύς προς Εσθήρ ει πάντα τα υπάρχοντα Αμάν έδωκα και εχαρισάμην σοι και αυτόν εκρέμασα επί ξύλου ότι τας χείρας επήνεγκε τοις Ιουδαίοις τι έτι επιζητείς

Orders Given to Help the Jews

γράψατε και υμείς εκ του ονόματός μου ως δοκεί υμίν και σφραγίσατε τω δακτυλίω μου όσα γαρ γράφεται του βασιλέως επιτάξαντος και σφραγισθή τω δακτυλίω μου ουκ έστιν αυτοίς αντειπείν εκλήθησαν δε οι γραμματείς εν τω πρώτω μηνί ος εστι Νισάν τη τρίτη και εικάδι του αυτού έτους και εγράφη τοις Ιουδαίοις όσα ενετείλατο τοις οικονόμοις και τοις άρχουσι των σατραπών από της Ινδικής έως της Αιθιοπίας εκατόν εικοσιεπτά σατράπαις κατά χώραν και χώραν κατά την αυτών λέξιν 10 εγράφη δε διά του βασιλέως και εσφραγίσθη τω δακτυλίω αυτού και εξαπέστειλαν τα γράμματα διά βιβλιοφόρων 11 ως επέταξεν αυτοίς χρήσασθαι τοις νόμοις αυτών εν πάση πόλει βοηθήσαί τε αυτοίς και χρήσασθαι τοις αντιδίκοις αυτών και τοις αντικειμένοις αυτοίς ως βούλονται 12 εν ημέρα μία εν πάση τη βασιλεία Αρταξέρξου τη τρισκαιδεκάτη του δωδεκάτου μηνός ος εστιν Αδάρ 13 τα δε αντίγραφα εκτιθέσθωσαν οφθαλμοφανώς εν πάση τη βασιλεία ετοίμους τε είναι πάντας τους Ιουδαίους εις ταύτην την ημέραν πολεμήσαι αυτών τους υπεναντίους 14 οι μεν ουν ιππείς εξήλθον σπεύδοντες τα υπό του βασιλέως λεγόμενα επιτελείν εξετέθη δε το πρόσταγμα και εν Σούσοις 15 ο δε Μαρδοχαίος εξήλθεν εστολισμένος την βασιλικήν στολήν και στέφανον έχων χρυσούν και διάδημα βύσσινον πορφυρούν ιδόντες δε οι εν Σούσοις εχάρησαν 16 τοις δε Ιουδαίοις εγένετο φως και ευφροσύνη 17 κατά πόλιν και χώραν ου αν εξετέθη το έκθεμα χαρά και ευφροσύνη τοις Ιουδαίοις κώθων και ευφροσύνη και πολλοί των εθνών περιετέμοντο και Ιουδάϊζον διά τον φόβον των Ιουδαίων
Copyright information for ABPGRK