Esther 9

CHAPTER 9

The Jews Destroy Their Adversaries

εν γαρ τω δωδεκάτω μηνί τη τρισκαιδεκάτη του μηνός ος εστιν Αδάρ παρήν τα γράμματα τα γραφέντα παρά του βασιλέως και εν αυτή τη ημέρα απώλοντο οι αντικείμενοι τοις Ιουδαίοις ουδείς γαρ αντέστη φοβούμενος αυτούς οι γαρ άρχοντες των σατραπών και οι τύραννοι και οι βασιλικοί γραμματείς ετίμων τους Ιουδαίους ότι ο φόβος Μαρδοχαίου επέκειτο αυτοίς προσέπεσε γαρ το πρόσταγμα του βασιλέως ονομασθήναι εν πάση τη βασιλεία και εν Σούσοις τη πόλει απέκτειναν οι Ιουδαίοι άνδρας πεντακοσίους τον τε Φαρσανδαθά και Δελφών και Ασφαθά και Φοραδαθά και Αδαλία και Αριδαθά και Φαρμασθά και Αρισαϊ και Αριδαϊ και Βαϊζαθά 10 και τους δέκα υιούς Αμάν Αμαδαθού Βουγαίου του εχθρού των Ιουδαίων και ου διήρπασαν εν αυτή τη ημέρα 11 επεδόθη δε αριθμός τω βασιλεί των απολωλότων εν Σούσοις 12 είπε δε ο βασιλεύς προς Εσθήρ απώλεσαν οι Ιουδαίοι εν Σούσοις άνδρας πεντακοσίους εν τη πόλει εν δε τη περιχώρω πως οίει εχρήσαντο τι ουν αξιοίς έτι και έσται σοι 13 και είπεν Εσθήρ τω βασιλεί δοθήτω τοις Ιουδαίοις χρήσθαι ωσαύτως την αύριον ώστε τους δέκα υιούς Αμάν κρεμάσαι 14 και επέτρεψεν ο βασιλεύς ούτως γενέσθαι και εξέθηκε τοις Ιουδαίοις της πόλεως τα σώματα των υιών Αμάν κρεμάσαι 15 και συνήχθησαν οι Ιουδαίοι εν Σούσοις τη τεσσαρεσκαιδεκάτη του Αδάρ και απέκτειναν άνδρας τριακοσίους και ουδέν διήρπασαν 16 οι δε λοιποί των Ιουδαίων των εν τη βασιλεία συνήχθησαν και εαυτοίς εβοήθουν και ανεπαύσαντο από των πολεμίων απώλεσαν γαρ αυτών μυριάδας επτά πεντακισχιλίους τη τρισκαιδεκάτη του Αδάρ και ουδέν διήρπασαν 17 και ανεπαύσαντο τη τεσσαρεσκαιδεκάτη του αυτού μηνός και ήγον αυτήν ημέραν αναπαύσεως μετά χαράς και ευφροσύνης 18 οι δε Ιουδαίοι εν Σούσοις τη πόλει συνήχθησαν και τη τεσσαρεσκαιδεκάτη και ανεπαύσαντο ήγον δε και την πεντεκαιδεκάτην μετά χαράς και ευφροσύνης 19 διά τούτο ουν οι Ιουδαίοι οι διεσπαρμένοι εν πάση χώρα τη έξω άγουσι την τεσσαρεσκαιδεκάτην του Αδάρ ημέραν αγαθήν μετ΄ ευφροσύνης αποστέλλοντες μερίδας έκαστος τω πλησίον 20 έγραψε δε Μαρδοχαίος τους λόγους τούτους εις βιβλίον και εξαπέστειλε τοις Ιουδαίοις όσοι ήσαν εν τη Αρταξέρξου βασιλεία τοις εγγύς και τοις μακράν 21 στήσαι τας ημέρας ταύτας αγαθάς άγειν τε την τεσσαρεσκαιδεκάτην και την πεντεκαιδεκάτην του Αδάρ

The Holiday of Purim

22 εν γαρ ταύταις ταις ημέραις ανεπαύσαντο οι Ιουδαίοι από των εχθρών αυτών και τον μήνα εν ω εστράφη αυτοίς ος ην Αδάρ από πένθους εις χαράν και από οδύνης εις αγαθήν ημέραν άγειν όλον εις αγαθάς ημέρας γάμων και ευφροσύνης εξαποστέλλοντας μερίδας τοις φίλοις και τοις πτωχοίς 23 και προσεδέξαντο οι Ιουδαίοι καθώς έγραψεν αυτοίς ο Μαρδοχαίος 24 πως Αμάν Αμαδαθού ο Μακεδών επολέμει αυτούς καθώς έθετο ψήφισμα και κλήρον αφανίσαι αυτούς 25 και ως εισήλθε προς τον βασιλέα λέγων κρεμάσαι τον Μαρδοχαίον όσα δε επεχείρησεν επάξαι επί τους Ιουδαίους κακά επ΄ αυτόν εγένοντο και εκρεμάσθη αυτός και τα τέκνα αυτού 26 διά τούτο επεκλήθησαν αι ημέραι αύται φουρίμ διά τους κλήρους ότι τη διαλέκτω αυτών καλούνται φουρίμ διά τους λόγους της επιστολής ταύτης και όσα πεπόνθασι δι΄ αυτήν και όσα αυτοίς εγένετο και έστησε 27 και προσεδέχοντο οι Ιουδαιοι εφ΄ εαυτοίς και επί το σπέρματι αυτών και επί τοις προτεθειμένοις επ΄ αυτών ουδέ μην άλλως χρήσονται αι δε ημέραι αύται μνημόσυνον επιτελουμενον κατά γενεαν και γενεαν και πόλιν και πατριαν και χωραν 28 αι δε ημέραι αύται αχθήσονται εις τον άπαντα χρόνον και το μνημόσυνον αυτών ου μη εκλίπη έως γενεών 29 και έγραψεν Εσθήρ η βασίλισσα θυγάτηρ Αβιχάϊλ και Μαρδοχαίος ο Ιουδαίος όσα εποίησαν το τε στερέωμα της επιστολής των φουρίμ 31 και Μαρδοχαίος και Εσθήρ η βασίλισσα έστησαν εαυτοίς καθ΄ εαυτών και τότε στήσαντες κατά της νηστείαν αυτών και την βουλήν αυτών 32 και Εσθήρ λόγω έστησεν εις τον αιώνα και έγραφη εις μνημόσυνον
Copyright information for ABPGRK