Exodus 1

CHAPTER 1

Israel Multiplies

1ταύτα τα ονόματα των υιών Ισραήλ των εισπεπορευμένων εις Αίγυπτον άμα Ιακώβ τω πατρί αυτών έκαστος παροικι αυτών εισήλθοσαν 2Ρουβήν Συμεών Λευϊ Ιούδας 3Ισσάχαρ Ζαβουλών Βενιαμίν 4Δαν και Νεφθαλί Γαδ και Ασήρ 5Ιωσήφ δε ην εν Αιγύπτω ήσαν δε πάσαι ψυχαί εξελθούσαι εξ Ιακώβ πέντε και εβδομήκοντα 6ετελεύτησε δε Ιωσήφ και πάντες οι αδελφοί αυτού και πάσα η γενεά εκείνη 7οι δε υιοί Ισραήλ ηυξήθησαν και επληθύνθησαν και χυδαίοι εγένοντο και κατίσχυον σφόδρα σφόδρα επλήθυνε δε η γη αυτούς 8ανέστη δε βασιλεύς έτερος επ΄ Αίγυπτον ος ουκ ήδει τον Ιωσήφ 9είπε δε τω έθνει αυτού ιδού το γένος των υιών Ισραήλ μέγα πλήθος και ισχύει υπέρ ημάς 10δεύτε ουν κατασοφισώμεθα αυτούς μή ποτε πληθυνθή και ηνίκα αν ημίν συμβή πόλεμος προστεθήσονται και ούτοι προς τους υπεναντίους και εκπολεμήσαντες ημάς εξελεύσονται εκ της γης

The Affliction of Israel

11και επέστησεν αυτοίς επιστάτας επί των έργων ίνα κακώσωσιν αυτούς εν τοις έργοις και ωκοδόμησαν πόλεις οχυράς τω Φαραώ την τε Πιθώμ και Ραμεσσή και Ων η εστιν Ηλιούπολις 12καθότι δε αυτους εταπείνουν τοσούτω πλείους εγίνοντο και ίσχυον σφόδρα σφόδρα και εβδελύσσοντο οι Αιγύπτιοι από των υιών Ισραήλ 13και κατεδυνάστευον οι Αιγύπτιοι τους υιούς Ισραήλ βία 14και κατωδύνων αυτών την ζωήν εν τοις έργοις τοις σκληροίς τω πηλώ και τη πλινθεία και πάσι τοις έργοις τοις εν τοις πεδίοις κατά πάντα τα έργα ων κατεδουλούντο αυτούς μετά βίας 15και είπεν ο βασιλεύς των Αιγυπτίων ταις μαίαις των Εβραίων τη μία αυτών η όνομα Σεπφώρα και το όνομα της δευτέρας Φουά 16και είπεν αυταίς όταν μαιούσθε τας Εβραίας και ώσι προς το τίκτειν εάν μεν άρσεν η αποκτείνατε αυτό εάν δε θήλυ περιποιήσασθε αυτό 17εφοβήθησαν δε αι μαίαι τον θεόν και ουκ εποίησαν καθότι συνέταξεν αυταίς ο βασιλεύς Αιγύπτου και εζωογόνουν τα άρσενα 18εκάλεσε δε ο βασιλεύς Αιγύπτου τας μαίας και είπεν αυταίς τι ότι εποιήσατε το πράγμα τούτο και εζωογονείτε τα άρσενα 19είπαν δε αι μαίαι τω Φαραώ ουχ ως γυναίκες Αιγύπτου αι Εβραίαι τίκτουσι γαρ πριν η εισελθείν προς αυτάς τας μαίας και έτικτον 20ευ δε εποίει ο θεός ταις μαίας και επλήθυνεν ο λαός και ίσχυε σφόδρα 21επειδή εφοβούντο αι μαίαι τον θεόν εποίησαν εαυταίς οικίας 22συνέταξε δε Φαραώ παντί τω λαώ αυτού λέγων παν άρσεν ο αν τεχθή τοις Εβραίοις εις τον ποταμόν ρίψατε και παν θήλυ ζωογονείτε αυτό
Copyright information for ABPGRK