Exodus 10

CHAPTER 10

Locusts Corrupt the Land of Egypt

είπε δε κύριος προς Μωυσήν λέγων είσελθε προς Φαραώ εγώ γαρ εβάρυνα την καρδίαν αυτού και την καρδίαν θεραπόντων αυτού ίνα εξής επέλθη τα σημεία ταύτα επ΄ αυτούς όπως διηγήσησθε εις τα ώτα των τέκνων υμών και τοις τέκνοις των τέκνων υμών όσα εμπεπαιχα τοις Αιγυπτίοις και τα σημείά μου α εποίησα εν αυτοίς και γνώσεσθε ότι εγώ κύριος εισήλθε δε Μωυσής και Ααρών εναντίον Φαραώ και είπαν αυτώ τάδε λέγει κύριος ο θεός των Εβραίων έως τίνος ου βούλει εντραπήναί με εξαπόστειλον τον λαόν μου ίνα λατρεύσωσί μοι εάν δε μη θέλης συ εξαποστείλαι τον λαόν μου ιδού εγώ επάγω ταύτην τη ώρα αύριον ακρίδα πολλήν επί πάντα τα όριά σου και καλύψει την όψιν της γης και ου δυνήση κατιδείν την γην και κατέδεται παν το περισσόν το καταλειφθέν ο κατέλιπεν υμίν η χάλαζα και κατέδεται παν το ξύλον το φυόμενον υμίν επί της γης και πλησθήσονταί σου αι οικίαι και αι οικίαι των θεραπόντων σου και πάσαι αι οικίαι εν πάση τη γη των Αιγυπτίων α ουδέποτε εωράκασιν οι πατέρες σου ουδ΄ οι πρόπαπποι αυτών αφ΄ ης ημέρας γεγόνασιν επί της γης έως της ταύτης ημέρας και εκκλίνας εξήλθεν από Φαραώ και λέγουσι οι θεράποντες Φαραώ προς αυτόν έως τίνος έσται τούτο ημίν σκώλον εξαπόστειλον τους ανθρώπους όπως λατρεύσωσι κυρίω τω θεώ αυτών η ειδέναι βούλει ότι απόλωλεν Αίγυπτος και απέστρεψαν τον τε Μωυσήν και Ααρών προς Φαραώ και είπεν αυτοίς πορεύεσθε και λατρεύσατε κυρίω τω θεώ υμών τίνες δε και τίνες εισίν οι πορευόμενοι και λέγει Μωυσής συν τοις νεανίσκοις και τοις πρεσβυτέροις πορευσόμεθα συν τοις υιοίς και θυγατράσι και προβάτοις και βουσίν ημών έστι γαρ η εορτή κυρίου του θεόυ ημών 10 και είπε προς αυτούς έστω ούτω κύριος μεθ΄ υμών καθότι αποστέλλω υμάς μη και την αποσκευήν υμών ίδετε ότι πονηρία πρόσκειται υμίν 11 μη ούτως πορεύεσθε οι άνδρες και λατρεύσατε τω θεώ τούτο γαρ αυτοί εκζητείτε εξέβαλον δε αυτούς από προσώπου Φαραώ 12 είπε δε κύριος προς Μωυσήν έκτεινον την χείρά σου επί την γην Αιγύπτου και αναβήτω ακρίς επί την γην και κατέδεται πάσαν την βοτάνην της γης και πάντα τον καρπόν των ξύλων ον υπελίπετο η χάλαζα 13 και εξέτεινε Μωυσής την ράβδον εις τον ουρανόν και κύριος επήγαγεν άνεμον νότον επί την γην όλην την ημέραν εκείνην και όλην την νύκτα τοπρωϊ εγενήθη ο άνεμος ο νότος ανέλαβε την ακρίδα 14 και ανήγαγεν αυτήν επί πάσαν την γην Αιγύπτου και κατέπαυσεν επί πάντα τα όρια Αιγύπτου πολλή σφόδρα προτέρα αυτής ου γέγονε τοιαύτη ακρίς και μετά ταύτην ουκ έσται ούτως 15 και εκάλυψε την όψιν της γης και εφθάρη η γη και κατέφαγε πάσαν την βοτάνην της γης και πάντα τον καρπόν των ξύλων ος υπελείφθη από της χαλάζης ου υπελειφθη χλωρόν ουδέν εν τοις ξύλοις και εν πάση βοτάνη του πεδίου εν πάση γη Αιγύπτου 16 κατέσπευσε δε Φαραώ καλέσαι Μωυσήν και Ααρών λέγων ημάρτηκα εναντίον κυρίου του θεού υμών και εις υμάς 17 προσδέξασθε ουν μου την αμαρτίαν έτι νυν και προσεύξασθε προς κύριον τον θεόν υμών και περιελέτω απ΄ εμού τον θάνατον τούτον 18 εξήλθε δε Μωυσής από Φαραώ και ηύξατο προς τον θεόν 19 και μετέβαλε κύριος άνεμον από θαλάσσης σφοδρόν και άνελαβε την ακρίδα και ενέβαλεν αυτήν εις την ερυθράν θάλασσαν και ουχ υπελείφθη ακρίς μία εν πάση γη Αιγύπτου 20 και εσκλήρυνε κύριος την καρδίαν Φαραώ και ουκ εξαπέστειλε τους υιούς Ισραήλ

Darkness Covers the Land of Egypt

21 είπε δε κύριος προς Μωυσήν έκτεινον την χείρα εις τον ουρανόν και γενηθήτω σκότος επί γης Αιγύπτου ψηλαφητόν σκότος 22 εξέτεινε δε Μωυσής την χείρα εις τον ουρανόν και εγένετο σκότος γνόφος και θύελλα επί πάσαν γην Αιγύπτου τρεις ημέρας 23 και ουκ είδεν ουδείς τον αδελφόν αυτού και ουκ εξανέστη ουδείς εκ της κοίτης αυτού τρεις ημέρας πάσι δε τοις υιοίς Ισραήλ ην φως εν πάσιν οις κατεγίνοντο 24 και εκάλεσε Φαραώ Μωυσήν και Ααρών λέγων βαδίζετε λατρεύσατε κυρίω τω θεώ υμών πλην των προβάτων και των βοών υπολείπεσθε και η αποσκευή υμών αποτρεχέτω μεθ΄ υμών 25 και είπε Μωυσής αλλά και συ δώσεις ημίν ολοκαυτώματα και θυσίας α ποιήσομεν κυρίω τω θεώ ημών 26 και τα κτήνη ημών πορεύσεται μεθ΄ ημών και ουχ υπολειψόμεθα οπλήν απ΄ αυτών γαρ ληψόμεθα λατρεύσαι κυρίω τω θεώ ημών ημείς δε ουκ οίδαμεν τι λατρεύσομεν κυρίω τω θεώ ημών έως του ελθείν ημάς εκεί 27 εσκλήρυνε δε κύριος την καρδίαν Φαραώ και ουκ εβουλήθη εξαποστείλαι αυτούς 28 και λέγει Φαραώ άπελθε απ΄ εμού πρόσεχε σεαυτώ έτι προσθείναι ιδείν μου το πρόσωπον η δ αν ημέρα οφθής μοι αποθανή 29 λέγει δε Μωυσής καθ΄ώς είρηκας ουκ έτι οφθήσομαί σοι εις πρόσωπον
Copyright information for ABPGRK