Exodus 11

CHAPTER 11

Death of the First-born Foretold

είπε δε κύριος προς Μωυσήν έτι μίαν πληγήν εγώ επάξω επί Φαραώ και επ΄ Αίγυπτον και μετά ταύτα εξαποστελεί υμάς εντεύθεν όταν δε εξαποστέλη υμάς συν πάση εκβολή εκβαλεί υμάς λάλησον ουν κρυφή εις τα ώτα του λαού και αιτησάτω έκαστος παρά του πλησίον και γυνή παρά της πλησίον σκεύη αργυρά και χρυσά και ιματισμόν κυριός δε έδωκε την χάριν τω λαώ αυτού εναντίον των Αιγυπτίων και έχρησαν αυτοίς και ο άνθρωπος Μωυσής μέγας εγενήθη σφόδρα εναντίον των Αιγυπτίων και εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού και είπε Μωυσής τάδε λέγει κύριος περί μέσας νύκτας εγώ εισπορεύομαι εις μέσον Αιγύπτου και τελευτήσει παν πρωτότοκον εν γη Αιγύπτω από πρωτοτόκου Φαραώ ος κάθηται επί του θρόνου και έως του πρωτοτόκου της θεραπαίνης της παρά τον μύλον και έως πρωτοτόκου παντός κτήνους και έσται κραυγή μεγάλη κατά πάσαν γην Αιγύπτου ήτις τοιαύτη ου γέγονε και τοιαύτη ουκ έτι προστεθήσεται εν δε πάσι τοις υιοίς Ισραήλ ου γρύξει κύων τη γλώσση αυτού από ανθρώπου έως κτήνους όπως είδης όσα παραδοξάσει κύριος αναμέσον των Αιγυπτίων και του Ισραήλ και καταβήσονται πάντες οι παίδές σου ούτοι προς με και προσκυνήσουσί με λέγοντες έξελθε συ και πας ο λαός σου ου συ αφηγή και μετά ταύτα εξελεύσομαι εξήλθε δε Μωυσής από Φαραώ μετά θυμού είπε δε κύριος προς Μωυσήν ουκ εισακούσεται υμών Φαραώ ίνα πληθύνω τα σημεία μου και τα τέρατά μου εν γη Αιγύπτω 10 Μωυσής δε και Ααρών εποίησαν πάντα τα τέρατα ταύτα εν γη Αιγύπτου εναντίον Φαραώ εσκλήρυνε δε κύριος την καρδίαν Φαραώ και ουκ ηθέλησεν εξαποστείλαι τους υιούς Ισραήλ εκ γης Αιγύπτου
Copyright information for ABPGRK