Exodus 12

CHAPTER 12

The First Passover

είπε δε κύριος προς Μωυσήν και Ααρών εν γη Αιγύπτου λέγων ο μην ούτος υμίν αρχή μηνών πρώτος υμίν εστιν εν τοις μησί του ενιαυτού λάλησον προς πάσαν συναγωγήν των υιών Ισραήλ λέγων τη δέκατη του μηνός τούτου λαβέτωσαν έκαστος πρόβατον κατ΄ οίκους πατριών πρόβατον κατ΄ οικίαν εάν δε ολιγοστοί ώσιν εν τη οικία ώστε μη ικανούς είναι εις πρόβατον συλλήψεται μεθ΄ εαυτού τον γείτονα τον πλησίον αυτού κατά αριθμόν ψυχών έκαστος το αρκούν αυτώ συναριθμθήσεται εις πρόβατον πρόβατον τέλειον άρσεν άμωμον ενιαύσιον έσται υμίν από των αρνών και από των ερίφων λήψεσθε και έσται υμίν διατετηρημένον έως της τεσσαρεσκαιδεκάτης του μηνός τούτου και σφάξουσιν αυτό παν το πλήθος συναγωγής υιών Ισραήλ προς εσπέραν και λήψονται από του αίματος και θήσουσιν επί των δύο σταθμών και επί την φλιάν εν τοις οίκοις εν οις φάγωσιν αυτά εν αυτοίς και φάγονται τα κρέα τη νυκτί ταύτη οπτά πυρί και άζυμα επί πικρίδων έδονται ουκ έδεσθε επ΄ αυτών ωμόν ουδέ ηψημένον εν ύδατι αλλ΄ η οπτά πυρί κεφαλήν συν τοις ποσί και τοις ενδοσθίοις 10 ουκ απολείψετε απ΄ αυτού εις το πρωϊ και οστούν ου συντρίψετε απ΄ αυτού τα δε καταλειπόμενα απ΄ αυτού έως πρωϊ εν πυρί κατακαύσετε 11 ουτως δε φάγεσθε αυτό αι οσφύες υμών περιεζωσμέναι και τα υποδήματα εν τοις ποσίν υμών και αι βακτηρίαι υμών εν ταις χερσίν υμών και έδεσθε αυτό μετά σπουδής πάσχα εστί κυρίου 12 και διελεύσομαι εν γη Αιγύπτω εν τη νυκτί ταύτη και πατάξω παν πρωτότοκον εν γη Αιγύπτω από ανθρώπου έως κτήνους και εν πάσι τοις θεοίς Αιγυπτίων ποιήσω την εκδίκησιν εγώ κύριος 13 και έσται το αίμα υμίν εν σημείω επί των οικιών εν αις υμείς εστέ εκεί και όψομαι το αίμα και σκεπάσω υμάς και ουκ έσται εν υμίν πληγή του εκτριβήναι όταν παίω εν γη Αιγύπτω

Holiday of Unleavened Bread

14 και έσται η ημέρα αύτη υμίν μνημόσυνον και εορτάσετε αυτήν εορτήν κυρίω εις τας γενεάς υμών νόμιμον αιώνιον εορτάσετε αυτήν 15 επτά ημέρας έδεσθε άζυμα από δε της ημέρας της πρώτης αφανιείτε ζύμην εκ των οικιών υμών πας ος αν φάγη ζύμην εξολοθρευθήσεται η ψυχή εκείνη εξ Ισραήλ από της ημέρας της πρώτης έως της ημέρας της εβδόμης 16 και η ημέρα η πρώτη κεκλήσεται αγία και η ημέρα η εβδόμη κλητή αγία έσται υμίν παν έργον λατρευτόν ου ποιήσετε εν αυταίς πλην όσα ποιηθήσεται πάση ψυχή τούτο μόνον ποιηθήσεται υμίν 17 και φυλάξεσθε την εντολήν ταύτην εν γαρ τη ημέρα ταύτη εξάξω την δύναμιν υμών εκ γης Αιγύπτου και ποιήσετε την ημέραν ταύτην εις γενεάς υμών νόμιμον αιώνιον 18 εναρχομένη τη τεσσαρεσκαιδεκάτη ημέρα του μηνός του πρώτου αφ΄ εσπέρας έδεσθε άζυμα έως ημέρας μιάς και εικάδος του μηνός έως εσπέρας 19 επτά ημέρας ζύμη ουχ ευρεθήσεται εν ταις οικίαις υμών πας ος αν φάγη ζυμωτόν εξολοθρευθήσεται η ψυχή εκείνη εκ συναγωγής Ισραήλ εν τε τοις γειώραις και αυτόχθοσι της γης 20 παν ζυμωτόν ουκ έδεσθε εν παντί κατοικητηρίω υμών έδεσθε άζυμα 21 εκάλεσε δε Μωυσής πάσαν γερουσίαν Ισραήλ και είπε προς αυτούς απελθόντες λάβετε υμίν αυτοίς πρόβατον κατά συγγενείας υμών και θύσατε το πάσχα 22 λήψεσθε δε δέσμην υσσώπου και βάψαντες από του αίματος του παρά την θύραν καθίζετε της φλιάς και επ΄ αμφοτέρων των σταθμών από του αίματος ο εστι παρά την θύραν υμείς δε ουκ εξελεύσεσθε έκαστος την θύραν του οίκου αυτού έως πρωϊ 23 και παρελεύσεται κύριος παταξαι τους Αιγυπτίους και όψεται το αίμα επί της φλιάς και επ΄ αμφοτέρων των σταθμών και παρελεύσεται κύριος την θύραν και ουκ αφήσει τον ολοθρεύοντα εισελθείν εις τας οικίας υμών πατάξαι 24 και φυλάξασθε το ρήμα τούτο το νόμιμον σεαυτώ και τοις υιοίς σου έως αιώνος 25 εάν δε εισελθητε εις την γην ην αν δω κύριος υμίν καθότι ελάλησε φυλάξασθε την λατρείαν ταύτην 26 και έσται εάν λέγωσι προς υμάς οι υιοί υμών τις η λατρεία αύτη 27 και ερείτε αυτοίς θυσία το πάσχα τούτο κυρίω ως εσκέπασε τους οίκους των υιών Ισραήλ εν Αιγύπτω ηνίκα επάταξε τους Αιγυπτίους τους δε οίκους ημών ερρύσατο και κύψας ο λαός προσεκύνησε 28 και απελθόντες εποίησαν οι υιοί Ισραήλ καθά ενετείλατο κύριος τω Μωυσή και Ααρών ούτως εποίησαν

Death of the First-born

29 εγενήθη δε μεσούσης της νυκτός και κύριος επάταξε παν πρωτότοκον εν γη Αιγύπτω από πρωτοτόκου Φαραώ του καθημένου επί του θρόνου έως του πρωτοτόκου της αιχμαλωτίδος της εν τω λάκκω και παν πρωτότοκου κτήνους 30 και ανέστη Φαραώ νυκτός και πάντες οι θεράποντες αυτού και πάντες οι Αιγύπτιοι και εγενήθη κραυγή μεγάλη εν πάση γη Αιγύπτω ου γαρ ην οικία εν η ουκ ην εν αυτή τεθνηκώς 31 και εκάλεσε Φαραώ Μωυσήν και Ααρών νυκτός και είπεν αυτοίς ανάστητε και εξέλθετε εκ του λαού μου και υμείς και οι υιοί Ισραήλ βαδίζετε και λατρεύετε κυρίω τω θεώ υμών καθά λέγετε 32 και τα πρόβατα και τους βόας υμών αναλαβόντες πορεύεσθε καθάπερ ειρήκατε ευλογήσατε δε καμέ 33 και κατεβιάζοντο οι Αιγύπτιοι τον λαόν σπουδή εκβαλείν αυτούς από της γης είπαν γαρ ότι πάντες ημείς αποθνήσκομεν 34 ανέλαβε δε ο λαός το σταίς αυτών προ του ζυμωθήναι τα φυράματα αυτών ενδεδεμένα εν τοις ιματίοις αυτών επί των ώμων 35 οι δε υιοί Ισραήλ εποίησαν καθά συνέταξεν αυτοίς Μωυσής και ήτησαν παρά των Αιγυπτίων σκεύη αργυρά και χρυσά και ιματισμόν 36 και κύριος έδωκε την χάριν τω λαώ αυτού εναντίον των Αιγυπτίων και έχρησαν αυτοίς και εσκυλεύσαν τους Αιγυπτίους

Israel Departs from Egypt

37 απάραντες δε οι υιοί Ισραήλ εκ Ραμεσσή εις Σοχώθ εις εξακοσίας χιλιάδας πεζών οι άνδρες πλήν της αποσκευής 38 και επίμικτος πολύς συνανέβη αυτοίς και πρόβατα και βόες και κτήνη πολλά σφόδρα 39 και έπεψαν το σταις ο εξήνεγκαν εξ Αιγύπτου εγκρυφίας αζύμους ου γαρ εζυμώθη εξέβαλον γαρ αυτούς οι Αιγύπτιοι και ουκ ηδυνάθησαν υπομείναι ουδέ επισιτισμόν εποίησαν εαυτοίς εις την οδόν 40 η δε κατοίκησις των υιών Ισραήλ ην κατωκησαν εν γη Αιγύπτω και εν γη Χαναάν αυτοί και οι πατέρες αυτών τετρακόσια τριάκοντα έτη 41 και εγένετο μετά τα τετρακόσια και τριάκοντα έτη εξήλθε πάσα η δύναμις κυρίου εκ γης Αιγύπτου 42 νυξ προφυλακής εστι τω κυρίω ώστε εξαγαγείν αυτούς εκ γης Αιγύπτου εκείνη η νυξ αύτη προφυλακή κυρίω ώστε πάσι τοις υιοίς Ισραήλ είναι εις γενεάς αυτών 43 είπε δε κύριος προς Μωυσήν και Ααρών ούτος ο νόμος του πάσχα πας αλλογενής ουκ έδεται απ΄ αυτού 44 και πάντα οικέτην τινός η αργυρώνητον περιτεμείς αυτόν και τότε φάγεται απ΄ αυτού 45 πάροικος η μισθωτός ουκ έδεται απ΄ αυτού 46 εν οικία μία βρωθήσεται και ουκ εξοίσετε εκ της οικίας των κρεών έξω και οστούν ου συντρίψετε απ΄ αυτού 47 πάσα συναγωγή υιών Ισραήλ ποιήσει αυτο 48 εάν δε τις προσέλθη προς υμάς προσήλυτος και ποιή το πάσχα κυρίω περιτεμείς αυτού παν αρσενικόν και τότε προσελεύσεται ποιήσαι αυτό και έσται ώσπερ και ο αυτόχθων της γης πας απερίτμητος ουκ εδεται απ΄ αυτού 49 νόμος εις έσται τω εγχωρίω και τω προσελθόντι προσηλύτω εν υμίν 50 και εποίησαν οι υιοί Ισραήλ καθά ενετείλατο κύριος τω Μωυσή και Ααρών προς αυτούς ούτως εποίησαν 51 και εγένετο εν τη ημέρα εκείνη εξήγαγε κύριος τους υιούς Ισραήλ εκ γης Αιγύπτου συν δυνάμει αυτών
Copyright information for ABPGRK