Exodus 13

CHAPTER 13

Sanctification of the First-born

είπε δε κύριος προς Μωυσήν λέγων αγίασόν μοι παν πρωτότοκον πρωτογενές διανοίγον πάσαν μήτραν εν τοις υιοίς Ισραήλ από ανθρώπου έως κτήνους εμόν εστιν είπε δε Μωυσής προς τον λαόν μνημονεύετε την ημέραν ταύτην εν η εξήλθετε εκ Αιγύπτου εξ οίκου δουλείας εν γαρ χειρί κραταιά εξήγαγεν υμάς κύριος εντεύθεν και ου βρωθήσεται ζύμη εν γαρ τη σήμερον υμείς εκπορεύεσθε εν μηνί των νέων και έσται ηνίκα αν εισαγάγη σε κύριος ο θεός σου εις την γην των Χαναναίων και Χετταίων και Αμορραίων και Ευαίων και Ιεβουσαίων και Γεργεσαίων και Φερεζαίων ην ώμοσε τοις πατράσι σου δούναί σοι γην ρέουσαν γάλα και μέλι και ποιήσεις την λατρείαν ταύτην εν τω μηνί τούτω εξ ημέρας έδεσθε άζυμα τη δε ημέρα τη εβδόμη εορτή κυρίου άζυμα έδεσθε επτά ημέρας ουκ οφθήσεταί σοι ζυμωτόν ουδέ έσται σοι ζύμη πάσι τοις ορίοις σου και αναγγελείς τω υιώ σου εν τη ημέρα εκείνη λέγων διά τούτο εποίησε κύριος ο θεός μοι ως εξεπορεύομην εξ Αιγύπτου και έσται σοι εις σημείον επί της χειρός σου και μνημόσυνον προ οφθαλμών σου όπως αν γένηται ο νόμος κυρίου εν τω στόματί σου εν γαρ χειρί κραταιά εξήγαγέ σε κύριος εξ Αιγύπτου 10 και φυλάξασθε τον νόμον τούτον κατά καιρούς ωρών αφ΄ ημερών εις ημέρας 11 και έσται ως αν εισαγάγη σε κύριος ο θεός σου εις την γην των Χαναναίων ον τρόπον ώμοσε τοις πατράσι σου και δώσει σοι αυτήν 12 και αφοριείς παν διανοίγον μήτραν τα αρσενικά τω κυρίω παν διανοίγον μήτραν εκ των βουκολίων εν τοις κτήνεσί σου όσα αν γένηταί σοι τα αρσενικά τω κυρίω 13 παν διανοίγον μήτραν όνου αλλάξεις προβάτω εάν δε μη αλλάξης λυτρώση αυτό παν πρωτότοκον ανθρώπου των υιών σου λυτρώση 14 εάν δε ερωτήση σε ο υιός σου μετά ταύτα λέγων τι τούτο και ερείς αυτώ ότι εν χειρί κραταιά εξήγαγεν ημάς κύριος εκ γης Αιγύπτου εξ οίκου δουλείας 15 ηνίκα δε εσκλήρυνε Φαραώ εξαποστείλαι ημάς απέκτεινε κύριος παν πρωτότοκον εν γη Αιγύπτου από πρωτοτόκων ανθρώπων έως πρωτοτόκων κτηνών διά τούτο εγώ θύω τω κυρίω παν διανοίγον μήτραν τα αρσενικά τω κυρίω και παν πρωτοτόκον των υιών μου λυτρώσομαι 16 και έσται εις σημείον επί της χειρός σου και ασάλευτον προ των οφθαλμών σου εν γαρ χειρί κραταιά εξήγαγέ σε κύριος εξ Αιγύπτου 17 ως δε εξαπέστειλε Φαραώ τον λαόν ουχ ωδήγησεν αυτούς ο θεός οδόν γης Φυλιστιείμ ότι εγγύς ην είπε γαρ ο θεός μή ποτε μεταμελήση τω λαώ ιδόντι πόλεμον και αποστρέψη εις Αίγυπτον 18 και εκύκλωσεν ο θεός τον λαόν οδόν την εις την έρημον εις την ερυθράν θάλασσαν πέμπτη δε γενεά ανέβησαν οι υιοί Ισραήλ εκ γης Αιγύπτου 19 και έλαβε Μωυσής τα οστά Ιωσήφ μεθ΄ εαυτού όρκω γαρ ώρκισεν Ιωσήφ τους υιούς Ισραήλ λέγων επισκοπή επισκέψεται κύριος υμάς και συνανοίσετε τα οστά μου εντεύθεν μεθ΄ υμών 20 εξάραντες δε οι υιοί Ισραήλ εκ Σοχώθ εστρατοπέδευσαν εν Οθώμ παρά την έρημον

The Pillars of Cloud and Fire

21 ο δε θεός ηγείτο αυτών ημέρας μεν εν στύλω νεφέλης δείξαι αυτοίς την οδόν την δε νύκτα εν στύλω πυρός 22 ουκ εξέλιπεν ο στύλος της νεφέλης ημέρας και ο στύλος του πυρός νυκτός εναντίον παντός του λαού
Copyright information for ABPGRK