Exodus 14

CHAPTER 14

Israel Camps at the Sea

και ελάλησε κύριος προς Μωυσήν λέγων λάλησον τοις υιοίς Ισραήλ και αποστρέψαντες στρατοπεδευσάτωσαν απέναντι της επαύλεως αναμέσον Μαγδώλου και αναμέσον της θαλάσσης εξεναντίας Βεελσεπφών ενώπιον αυτών στρατοπεδεύσεις επί της θαλάσσης και ερεί Φαραώ περί των υιών Ισραήλ πλανώνται ούτοι εν τη γη συγκέκλεικε γαρ αυτούς η έρημος εγώ δε σκληρυνώ την καρδίαν Φαραώ και καταδιώξεται οπίσω αυτούς και ενδοξασθήσομαι εν Φαραώ και εν πάση τη στρατιά αυτού και γνώσονται πάντες οι Αιγύπτιοι ότι εγώ κύριος και εποίησαν ούτως και ανηγγέλη τω βασιλεί των Αιγυπτίων ότι πέφευγεν ο λαός και μετεστράφη η καρδία Φαραώ και των θεραπόντων αυτού επί τον λαόν και είπον τι τούτο πεποιήκαμεν του εξαποστείλαι τους υιούς Ισραήλ του μη δουλεύειν ημίν έζευξεν ουν Φαραώ τα άρματα αυτού και πάντα τον λαόν αυτού συναπήγαγε μεθ΄ εαυτού και έλαβεν εξακόσια άρματα εκλεκτά και πάσαν την ίππον των Αιγυπτίων και τριστάτας επί πάντων και εσκλήρυνε κύριος την καρδίαν Φαραώ βασιλέως Αιγύπτου και κατεδίωξεν οπίσω των υιών Ισραήλ οι δε υιοί Ισραήλ εξεπορεύοντο εν χειρί υψηλή και κατεδίωξαν οι Αιγύπτιοι οπίσω αυτών και εύρον αυτούς παρεμβεβληκότας παρά την θάλασσαν και πάσα η ίππος και τα άρματα Φαραώ και οι ίππεις και η στρατιά αυτού απέναντι της επαύλεως εξεναντίας Βεελσεπφών 10 και Φαραώ προσήγε και αναβλέψαντες οι υιοί Ισραήλ τοις οφθαλμοίς ορώσι και ιδού οι Αιγύπτιοι εστρατοπέδευσαν οπίσω αυτών και εφοβήθησαν σφόδρα ανεβόησαν δε οι υιοί Ισραήλ προς κύριον 11 και είπαν προς Μωυσήν παρά το μη υπάρχειν μνήματα εν Αιγύπτω εξήγαγες ημάς του θανατώσαι εν τη ερήμω τι τούτο εποίησας ημίν εξαγαγών εξ Αιγύπτου 12 ου τούτο ην το ρήμα ο ελαλήσαμεν εν Αιγύπτω προς σε λέγοντες πάρες ημάς όπως δουλεύσωμεν τοις Αιγυπτίοις κρείσσον γαρ ημάς δουλεύειν τοις Αιγυπτίοις η αποθανείν εν τη ερήμω ταύτη 13 είπε δε Μωυσής προς τον λαόν θαρσείτε στήκετε και οράτε την σωτηρίαν την παρά του κυρίου ην ποιήσει ημίν σήμερον ον τρόπον γαρ εωράκατε τους Αιγυπτίους σήμερον ου προσθήσεσθε έτι ιδείν αυτούς εις τον αιώνα χρόνον 14 κύριος πολεμήσει περί υμών και υμείς σιγήσετε 15 είπε δε κύριος προς Μωυσήν τι βοάς προς με λάλησον τοις υιοίς Ισραήλ και αναζευξάτωσαν

God Draws Away the Sea

16 και συ έπαρον την ράβδον σου και έκτεινον την χείρά σου επί την θάλασσαν και ρήξον αυτήν και εισελθέτωσαν οι υιοί Ισραήλ εις μέσον της θαλάσσης κατά το ξηρόν 17 και ιδού εγώ σκληρυνώ την καρδίαν Φαραώ και των Αιγυπτίων πάντων και εισελεύσονται οπίσω αυτών και ενδοξασθήσομαι εν Φαραώ και εν πάση τη στρατιά αυτού και εν τοις άρμασι και εν τοις ίπποις αυτού 18 και γνώσονται πάντες οι Αιγύπτιοι ότι εγώ κύριος ενδοξαζομένου μου εν Φαραώ και εν τοις άρμασι και εν τοις ίπποις αυτού 19 εξήρε δε ο άγγελος του θεού ο προπορεύομενος της παρεμβολής των υιών Ισραήλ και επορεύθη εκ των όπισθεν εξήρε δε και ο στύλος της νεφέλης από προσώπου αυτών και έστη εκ των οπίσω αυτών 20 και εισήλθεν αναμέσον της παρεμβολής των Αιγυπτίων και αναμέσον της παρεμβολής Ισραήλ και έστη και εγένετο σκότος και γνόφος και διήλθεν η νυξ και ου συνέμιξαν αλλήλοις όλην την νύκτα 21 εξέτεινε δε Μωυσής την χείρα επί την θάλασσαν και υπήγαγε κύριος την θάλασσαν εν ανέμω νότω βιαίω όλην την νύκτα και εποίησε την θάλασσαν ξηράν και διεσχίσθη το ύδωρ 22 και εισήλθον οι υιοί Ισραήλ εις μέσον της θαλάσσης κατά το ξηρόν και το ύδωρ αυτής τείχος εκ δεξιών και τείχος εξ ευωνύμων 23 κατεδίωξαν δε οι Αιγύπτιοι και εισήλθον οπίσω αυτών πάσα η ίππος Φαραώ και τα άρματα και οι αναβάται εις μέσον της θαλάσσης 24 εγενήθη δε εν τη φυλακή τη εωθινή και επέβλεψε κύριος επί την παρεμβολήν των Αιγυπτίων εν στύλω πυρός και νεφέλης και συνετάραξε την παρεμβολήν των Αιγυπτίων 25 και συνέδησε τους άξονας των αρμάτων αυτών και ήγαγεν αυτούς μετά βίας και είπαν οι Αιγύπτιοι φύγωμεν από προσώπου Ισραήλ ο γαρ κύριος πολεμεί υπέρ αυτών τους Αιγυπτίους 26 είπε δε κύριος προς Μωυσήν έκτεινον την χείρά σου επί την θάλασσαν και αποκαταστήτω το ύδωρ και επικαλυψάτω τους Αιγυπτίους επί τε τα άρματα και επί τους αναβάτας 27 εξέτεινε δε Μωυσής την χείρα επί την θάλασσαν και απεκατέστη το ύδωρ προς ημέραν επί χώρας οι δε Αιγύπτιοι έφυγον υπό το ύδωρ και εξετίναξε κυριος τους Αιγυπτίους εις μέσον της θαλάσσης 28 και επαναστραφέν το ύδωρ εκάλυψε τα άρματα και τους αναβάτας και πάσαν την δύναμιν Φαραώ τους εισπορευομένους οπίσω αυτών εις την θάλασσαν και ου κατελείφθη εξ αυτών ουδέ εις 29 οι δε υιοί Ισραήλ επορεύθησαν διά ξηράς εν μέσω της θαλάσσης το δε ύδωρ αυτοίς τείχος εκ δεξιών και τείχος εξ ευωνύμων 30 και ερρύσατο κύριος τον Ισραήλ εν τη ημέρα εκείνη εκ χειρός των Αιγυπτίων και είδεν Ισραήλ τους Αιγυπτίους τεθνηκότας παρά το χείλος της θαλάσσης 31 είδε δε Ισραήλ την χείρα την μεγάλην α εποίησε κύριος τοις Αιγυπτίοις εφοβήθη δε ο λαός τον κύριον και επίστευσαν τω θεώ και Μωυσή τω θεράποντι αυτού
Copyright information for ABPGRK