Exodus 15

CHAPTER 15

The Ode of Moses and Israel

τότε ήσαν Μωυσής και οι υιοί Ισραήλ την ωδήν ταύτην τω κυρίω και είπαν άσωμεν τω κυρίω ενδόξως γαρ δεδόξασται ίππον και αναβάτην έρριψεν εις θάλασσαν βοηθός και σκεπαστής εγένετό μοι εις σωτηρίαν ούτός μου θεός και δοξάσω αυτόν θεός του πατρός μου και υψώσω αυτόν κύριος συντρίβων πολέμους κύριος όνομα αυτώ άρματα Φαραώ και την δύναμιν αυτού έρριψεν εις θάλασσαν επιλέκτους αναβάτας τριστάτας κατεπόντισεν εν ερυθρά θαλάσση πόντω εκάλυψεν αυτούς κατέδυσαν εις βυθόν ωσεί λίθος η δεξιά σου κύριε δεδόξασται εν ισχύϊ η δεξιά σου χειρ κύριε έθραυσεν εχθρούς και τω πλήθει της δόξης σου συνέτριψας τους υπεναντίους απέστειλας την οργήν σου και κατέφαγεν αυτούς ωσεί καλάμην και διά πνεύματος του θυμόυ σου διέστη το ύδωρ επάγη ωσεί τείχος τα ύδατα επάγη και τα κύματα εν μέσω της θαλάσσης είπεν ο εχθρός διώξας καταλήψομαι μεριώ σκύλα εμπλήσω ψυχήν μου ανελώ τη μαχαίρα μου κυριεύσει η χειρ μου 10 απέστειλας το πνεύμα σου εκάλυψεν αυτούς θάλασσα έδυσαν ωσεί μόλιβδος εν ύδατι σφοδρώ 11 τις όμοιός σοι εν θεοίς κύριε τις όμοιός σοι δεδοξασμένος εν αγίοις θαυμαστός εν δόξαις ποιών τέρατα 12 εξέτεινας την δεξιάν σου κατέπιεν αυτού γη 13 ωδήγησας τη δικαιοσύνη σου τον λαόν σου τούτον ον ελυτρώσω παρεκάλεσας τη ισχύϊ σου εις κατάλυμα άγιόν σου 14 ήκουσαν έθνη και ωργίσθησαν ωδίνες έλαβον κατοικούντας Φυλιστιείμ 15 τότε έσπευσαν ηγεμόνες Εδώμ και άρχοντες Μωαβιτών έλαβεν αυτούς τρόμος ετάκησαν πάντες οι κατοικούντες Χαναάν 16 επιπέσοι επ΄ αυτούς φόβος και τρόμος μεγέθει βραχίονός σου απολιθωθήτωσαν έως αν παρέλθη ο λαός σου κύριε έως αν παρέλθη ο λαός σου ούτος ον εκτήσω 17 εισαγαγών καταφύτευσον αυτούς εις όρος κληρονομίας σου εις έτοιμον κατοικητήριόν σου ο κατειργάσω κύριε αγίασμα κύριε ο ητοίμασαν αι χείρές σου 18 κύριος βασιλεύων εις τον αιώνα και επ΄ αιώνα και έτι 19 ότι εισήλθεν ίππος Φαραώ συν άρμασι και αναβάταις εις θάλασσαν και επήγαγεν επ΄ αυτούς κύριος το ύδωρ της θαλάσσης οι δε υιοί Ισραήλ επορεύθησαν διά ξηράς εν μέσω της θαλάσσης 20 έλαβε δε Μαριάμ η προφήτις η αδελφή Ααρών το τύμπανον εν τη χειρί αυτής και εξήλθοσαν πάσαι αι γυναίκες οπίσω αυτής μετά τυμπάνων και χορών 21 εξήρχε δε αυτών Μαριάμ λέγουσα άσωμεν τω κυρίω ενδόξως γαρ δεδόξασται ίππον και αναβάτην έρριψεν εις θάλασσαν

Bitter Water at Marah

22 εξήρε δε Μωυσής τους υιούς Ισραήλ από θαλάσσης ερυθράς και ήγαγεν αυτούς εις την έρημον Σούρ και επορεύοντο τρεις ημέρας εν τη ερήμω και ουχ ηύρισκον ύδωρ ώστε πιείν 23 ήλθον δε εις Μερράν και ουκ ηδύναντο πιείν ύδωρ εκ Μερράς πικρόν γαρ ην διά τούτο επωνομάσθη το όνομα του τόπου εκείνου πικρία 24 και διεγόγγυζεν ο λαός επί Μωυσή λέγοντες τι πιόμεθα 25 εβόησε δε Μωυσής προς κύριον και έδειξεν αυτώ ο κύριος ξύλον και ενέβαλεν αυτό εις το ύδωρ και εγλυκάνθη το ύδωρ εκεί έθετο αυτώ δικαιώματα και κρίσεις και εκεί αυτον επείρασε 26 και είπεν εάν ακούσης της φωνής κυρίου του θεού σου και τα αρεστά εναντίον αυτού ποιήσης και ενωτίση τας εντολάς αυτού και φυλάξης πάντα τα δικαιώματα αυτού πάσαν νόσον ην επήγαγον τοις Αιγυπτίοις ουκ επάξω επί σε εγώ γαρ ειμι κύριος ο ιώμενός σε 27 και ήλθοσαν εις Ελείμ και ήσαν εκεί δώδεκα πηγαί υδάτων και εβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δε εκεί παρά τα ύδατα
Copyright information for ABPGRK