Exodus 18

CHAPTER 18

Jethro Reunites with Moses

ήκουσε δε Ιοθώρ ο ιερεύς Μαδιάν ο γαμβρός Μωυσή πάντα όσα εποίησε κύριος Ισραήλ τω εαυτού λαώ εξήγαγε γαρ κύριος τον Ισραήλ εξ Αιγύπτου έλαβε δε Ιοθώρ ο γαμβρός Μωυσή Σεπφώραν την γυναίκα Μωυσή μετά την άφεσιν αυτής και τους δύο υιούς αυτού όνομα τω ενί Γηρσάμ λέγων πάροικος ήμην εν γη αλλοτρία και το όνομα του δευτέρου Ελίεζερ λέγων ο γαρ θεός του πατρός μου βοηθός μου και εξείλατό με εκ χειρός Φαραώ και ήλθεν Ιοθώρ ο γαμβρός Μωυσή και οι υιοί και η γυνή προς Μωυσήν εις την έρημον ου παρενέβαλεν επ΄ όρος του θεού ανηγγέλη δε Μωυσή λέγοντες ιδού ο γαμβρός σου Ιοθώρ παραγίνεται προς σε και η γυνή σου και οι δύο υιοί σου μετ΄ αυτού εξήλθε δε Μωυσής εις συνάντησιν τω γαμβρώ αυτού και προσεκύνησεν αυτώ και εφίλησεν αυτόν και ησπάσαντο αλλήλους και εισήγαγεν αυτούς εις την σκηνήν και διηγήσατο Μωυσής τω γαμβρώ αυτού πάντα όσα εποίησε κύριος τω Φαραώ και τοις Αιγυπτίοις ένεκεν του Ισραήλ και πάντα τον μόχθον τον γενόμενον αυτοίς εν τη οδώ και ότι εξείλατο αυτούς κύριος εκ χειρός Φαραώ και εκ χειρός των Αιγυπτίων εξέστη δε Ιοθώρ επί πάσι τοις αγαθοίς οις εποίησεν αυτοίς κύριος ότι εξειλατο αυτούς κύριος εκ χειρός των Αιγυπτίων και εκ χειρός Φαραώ 10 και είπεν Ιοθώρ ευλογητός κύριος ότι εξείλατο τον λαόν αυτού εκ χειρός των Αιγυπτίων και εκ χειρός Φαραώ 11 νυν έγνων ότι μέγας κύριος παρά πάντας τους θεούς ένεκεν τούτου ότι επέθεντο αυτοίς 12 και έλαβεν Ιοθώρ ο γαμβρός Μωυσή ολοκαυτώματα και θυσίας τω θεώ παρεγένετο δε Ααρών και πάντες οι πρεσβύτεροι Ισραήλ συμφαγείν άρτον μετά του γαμβρού Μωυσή εναντίον του θεού

Jethro Advises Moses

13 και εγένετο μετά την επαύριον συνεκάθισε Μωυσής κρίνειν τον λαόν παρειστήκει δε πας ο λαός Μωυσή από πρωϊθεν έως εσπέρας 14 και ιδών Ιοθώρ πάντα όσα εποίει τω λαώ λέγει τι τούτο ο συ ποιείς τω λαώ διατί συ κάθησαι μόνος πας δε ο λαός παρέστηκέ σοι από πρωϊθεν έως δείλης 15 και λεγει Μωυσής τω γαμβρώ αυτου ότι παραγίνεται προς με ο λαός εκζητήσαι κρίσιν παρά του θεού 16 όταν γαρ γένηται αυτοίς αντιλογία και έλθωσι προς με διακρίνω έκαστον και συμβιβάζω αυτούς τα προστάγματα του θεού και τον νόμον αυτού 17 είπε δε ο γαμβρός τω Μωυσή προς αυτόν ουκ ορθώς συ ποιείς το ρήμα τούτο 18 φθορά καταφθαρήση ανυπομονήτω και συ και πας ο λαος ούτος ος εστι μετά σου βαρύ σοι το ρήμα τούτο ου δυνήση ποιείν συ μόνος 19 νυν ουν άκουσόν μου και συμβουλεύσω σοι και έσται ο θεός μετά σου γίνου συ τω λαώ τα προς τον θεόν και ανοίσεις τους λόγους αυτών προς τον θεόν 20 και διαμαρτύρει αυτοίς τα προστάγματα του θεού και τον νόμον αυτού και σημανείς αυτοίς τας οδούς εν αις πορεύσονται εν αυταίς και τα έργα α ποιήσουσι 21 και συ σεαυτώ σκέψαι από παντός του λαού άνδρας δυνατούς και θεοσεβείς άνδρας δικαίους μισούντας υπερηφανίαν και καταστήσεις αυτούς επ΄ αυτοίς χιλιάρχους και εκατοντάρχους και πεντηκοντάρχους και δεκαδάρχους 22 και κρινούσι τον λαόν πάσαν ώραν το δε ρήμα το υπέρογκον ανοίσουσιν επί σε τα δε βραχέα των κριμάτων κρινούσιν αυτοί και κουφιούσιν από σου και συναντιλήψονταί σοι 23 εάν το ρήμα τούτο ποιήσης και κατισχύσει σε ο θεός και δυνήση παραστήναι και πας ο λαος ούτος ήξει εις τον εαυτού τόπον μετ΄ ειρήνης 24 ήκουσε δε Μωυσής της φωνής του γαμβρού αυτού και εποίησεν όσα είπεν αυτώ 25 και επέλεξε Μωυσής άνδρας δυνατούς από παντός Ισραήλ και εποίησεν αυτούς επ΄ αυτών χιλιάρχους και εκατοντάρχους και πεντηκοντάρχους και δεκαδάρχους και γραμματοεισαγωγείς 26 και έκρινον τον λαόν πάσαν ώραν το δε ρήμα το υπέρογκον ανέφερον επί Μωυσήν παν δε ρήμα ελαφρόν έκρινον αυτοί 27 εξαπέστειλε δε Μωυσής τον εαυτού γαμβρόν και απήλθεν εις την γην αυτού
Copyright information for ABPGRK