Exodus 20

CHAPTER 20

Ten Commandments

1και ελάλησε κύριος πάντας τους λόγους τούτους λέγων 2εγώ ειμι κύριος ο θεός σου όστις εξήγαγόν σε εκ γης Αιγύπτου εξ οίκου δουλείας 3ουκ έσονταί σοι θεοί έτεροι πλην εμού 4ου ποιήσεις σεαυτώ είδωλον ουδέ παντός ομοίωμα όσα εν τω ουρανώ άνω και όσα εν τη γη κάτω και όσα εν τοις ύδασιν υποκάτω της γης 5ου προσκυνήσεις αυτοίς ουδέ μη λατρεύσεις αυτοίς εγώ γαρ ειμι κύριος ο θεός σου θεός ζηλωτής αποδιδούς αμαρτίας πατέρων επί τέκνα επί τρίτην και τετάρτην γενεάν τοις μισούσί με 6και ποιών έλεος εις χιλιάδας τοις αγαπώσί με και τοις φυλάσσουσι τα προστάγματά μου 7ου λήψη το όνομα κυρίου του θεού σου επί ματαίω ου γαρ μη καθαρίσει κύριος τον λαμβάνοντα το όνομα αυτού επί ματαίω 8μνήσθητι την ημέραν των σαββάτων αγιάζειν αυτήν 9εξ ημέρας έργα και ποιήσεις πάντα τα έργα σου 10τη δε ημέρα τη εβδόμη σάββατα κυρίω τω θεώ σου ου ποιήσεις εν αυτή παν έργον συ και ο υιός σου και η θυγάτηρ σου ο παις σου και η παιδίσκη σου ο βους σου και το υποζύγιόν σου και παν κτήνός σου και ο προσήλυτος ο παροικών εν σοι 11εν γαρ εξ ημέραις εποίησε κύριος τον ουρανόν και την γην και την θάλασσαν και πάντα τα εν αυτοίς και κατέπαυσε τη ημέρα τη εβδόμη διά τούτο ευλόγησε κύριος την ημέραν την εβδόμην και ηγίασεν αυτήν 12τίμα τον πατέρα σου και την μητέρα σου ίνα ευ σοι γένηται και ίνα μακροχρόνιος γένη επί της γης της αγαθής ης κύριος ο θεός σου δίδωσί σοι 13ου φονεύσεις 14ου μοιχεύσεις 15ου κλέψεις 16ου ψευδομαρτυρήσεις κατά του πλησίον σου μαρτυρίαν ψευδή 17ουκ επιθυμήσεις την γυναίκα του πλησίον σου ουκ επιθυμήσεις την οικίαν του πλησίον σου ουδέ τον αγρόν αυτού ουδέ τον παίδα αυτού ουδέ την παιδίσκην αυτού ούτε του βοός αυτού ούτε του υποζυγίου αυτού ούτε παντός κτήνους αυτού ούτε όσα τω πλησίον σου εστί 18πας ο λαός εώρα την φωνήν και τας λαμπάδας και την φωνήν της σάλπιγγος και το όρος καπνίζον φοβηθέντες δε πας ο λαός έστησαν μακρόθεν 19και είπαν προς Μωυσήν λάλησον συ ημίν και μη λαλείτω προς ημάς ο θεός μήποτε αποθάνωμεν 20και λέγει αυτοίς Μωυσής θαρσείτε ένεκεν γαρ του πειράσαι υμάς παρεγενήθη ο θεός προς υμάς όπως αν γένηται ο φόβος αυτού εν υμίν ίνα μη αμαρτάνητε 21ειστήκει δε πας ο λαός μακρόθεν Μωυσής δε εισήλθεν εις τον γνόφον ου ην ο θεός 22είπε δε κύριος προς Μωυσήν τάδε ερείς τω οίκω Ιακώβ και αναγγελείς τοις υιοίς Ισραήλ υμείς εωράκατε ότι εκ του ουρανού λελάληκα προς υμάς 23ου ποιήσετε εαυτοίς θεούς αργυρούς και θεούς χρυσούς ου ποιήσετε υμίν αυτοίς 24θυσιαστήριον εκ γης ποιήσετέ μοι και θύσετε επ΄ αυτού τα ολοκαυτώματα υμών και τα σωτήρια υμών τα πρόβατα και τους μόσχους υμών εν παντί τόπω ου εάν επονομάσω το όνομά μου εκεί και ήξω προς σε και ευλογήσω σε 25εάν δε θυσιαστήριον εκ λίθων ποιήσης μοι ουκ οικοδομήσεις αυτούς τμητούς το γαρ εγχειρίδιόν σου επιβέβληκας επ΄ αυτούς και μεμίανται 26ουκ αναβήση εν αναβαθμίσιν επί το θυσιαστήριόν μου όπως αν μη αποκαλύψης την ασχημοσύνην σου επ΄ αυτού
Copyright information for ABPGRK