Exodus 23

CHAPTER 23

Judicial Conduct

ου παραδέξη ακοήν ματαίαν ου συγκαταθήση μετά του αδίκου γενέσθαι μάρτυς άδικος ουκ έση μετά πλειόνων επί κακία ου προστεθήση μετά πλήθους εκκλίναι κρίσιν και πένητα ουκ ελεήσεις εν κρίσει εάν δε συναντήσης τω βοί του εχθρού σου η τω υποζυγίω αυτού πλανωμένοις αποστρέψας αποδώσεις αυτώ εάν δε ίδης το υποζύγιον του εχθρού σου πεπτωκός υπό τον γόμον αυτού ου παρελεύση αυτό αλλά συνεγερείς αυτό μετ΄ αυτού ου διαστρέψεις κρίμα πένητος εν κρίσει αυτού από παντός ρήματος αδίκου αποστήση αθώον και δίκαιον ουκ αποκτενείς και ου δικαιώσεις τον ασεβή ένεκεν δώρων και δώρα ου λήψη τα γαρ δώρα εκτυφλοί οφθαλμούς βλεπόντων και λυμαίνεται ρήματα δίκαια και προσήλυτον ου κακώσετε ουδέ μη θλίψετε υμείς γαρ οίδατε την ψυχήν του προσηλύτου αυτοί γαρ προσήλυτοι ήτε εν γη Αιγύπτου

The Seventh Year and Day

10 εξ έτη σπερείς την γην σου και συνάξεις τα γεννήματα αυτής 11 τω δε εβδόμω άφεσιν ποιήσεις και ανήσεις αυτήν και έδονται οι πτωχοί του έθνους σου τα δε υπολειπόμενα αυτων έδεται τα θηρία τα άγρια ούτω ποιήσεις τον αμπελώνά σου και τον ελαιώνά σου 12 εξ ημέρας ποιήσεις τα έργα σου τη δε ημέρα τη εβδόμη αναπαύση ίνα αναπαύσηται ο βούς σου και το υποζύγιόν σου και ίνα αναψύξη ο υιός της παιδίσκης σου και ο προσήλυτος 13 πάντα όσα είρηκα προς υμάς φυλάξασθε και όνομα θεών ετέρων ουκ αναμνήσεσθε ουδε μη ακουσθή εκ του στόματος υμών

The Three Holidays

14 τρεις καιρούς του ενιαυτού εορτάσατέ μοι 15 την εορτήν των αζύμων φυλάξασθε ποιείν επτά ημέρας έδεσθε άζυμα καθάπερ ενετειλάμην σοι κατά τον καιρόν του μηνός των νέων εν γαρ αυτώ εξήλθες εξ Αιγύπτου ουκ οφθήση ενώπιόν μου κενός 16 και εορτήν του θερισμού πρωτογεννημάτων ποιήσεις των έργων σου ων εάν σπειρείς εν τω αγρώ σου και εορτήν συντελείας επ΄ εξόδου του ενιαυτού εν τη συναγωγή των έργων σου των εκ του άγρου σου 17 τρεις καιρούς του ενιαυτού οφθήσεται παν αρσενικόν σου ενώπιον κυρίου του θεού σου 18 όταν γαρ εκβάλω τα έθνη από προσώπου σου και εμπλατύνω τα όριά σου ου θύσεις επί ζύμη αίμα θυσιάσματος μου ουδέ μη κοιμηθή στέαρ της εορτής μου έως πρωϊ 19 τας απαρχάς των πρωτογεννημάτων της γης σου εισοίσεις εις τον οίκον κυρίου του θεού σου ουχ εψήσεις άρνα εν γάλακτι μητρός αυτού

Warning against Serving Other Gods

20 και ιδού εγώ αποστέλλω τον άγγελόν μου προ προσώπου σου ίνα φυλάξη σε εν τη οδώ όπως εισαγάγη σε εις την γην ην ητοίμασά σοι 21 πρόσεχε σεαυτώ και εισάκουε αυτού και μη απείθει αυτώ ου γαρ μη υποστείληταί σε το γαρ όνομά μου εστίν επ΄ αυτώ 22 εάν ακοή ακούσης της εμής φωνής και ποιήσης πάντα όσα αν εντέλλομαί σοι εχθρεύσω τοις εχθροίς σου και αντικείσομαι τοις αντικειμένοις σου 23 πορεύσεται γαρ ο άγγελός μου ηγούμενός σου και εισάξει σε προς τον Αμορραίον και Χετταίον και Φερεζαίον και Χαναναίον και Γεργεσαίον και Ευαίον και Ιεβουσαίον και εκτρίψω αυτούς 24 ου προσκυνήσεις τοις θεοίς αυτών ουδε μη λατρεύσεις αυτοίς ου ποιήσεις κατά τα εργα αυτών αλλά καθαιρέσει καθέλεις αυτούς και συντρίβων συντρίψεις τας στήλας αυτών 25 και λατρεύσεις κυρίω τω θεώ σου και ευλογήσω τον άρτον σου και τον οίνόν σου και το ύδωρ σου και αποστρέψω μαλακίαν αφ΄ υμών 26 ουκ έσται αγονος ουδέ στείρα επί της γης σου τον αριθμόν των ημερών σου αναπληρώσω 27 και τον φόβον μου αποστελώ ηγούμενόν σου και εκστήσω πάντα τα έθνη εις ους συ εισπορευη εις αυτούς και δώσω πάντας τους υπεναντίους σου φυγάδας 28 και αποστελώ τας σφηκίας προτέρας σου και εκβαλώ τους Αμορραίους και τους Ευαίους και τους Χαναναίους και τους Χετταίους από σου 29 ουκ εκβαλώ αυτούς από προσώπου σου εν ενιαυτώ ενί ίνα μη γένηται η γη έρημος και πολλά γένηται επί σε τα θηρία της γης 30 κατά μικρόν μικρόν εκβαλώ αυτούς από σου έως αν αυξηθής και κληρονομήσης την γην 31 και θήσω τα όριά σου από της ερυθράς θαλάσσης έως της θαλάσσης της Φυλιστιείμ και από της ερήμου έως του ποταμού του μεγάλου Ευφράτου και παραδώσω εις τας χείρας υμών τους εγκαθημένους εν τη γη και εκβαλώ αυτούς από σου 32 ου συγκαταθήση αυτοίς και τοις θεοίς αυτών ου θήσεις διαθήκην 33 και ουκ εγκαθήσονται εν τη γη σου ίνα μη αμαρτάνειν σε ποιήσωσι προς με εάν γαρ δουλεύσης τοις θεοίς αυτών ούτοι έσονταί σοι πρόσκομμα
Copyright information for ABPGRK