Exodus 3

CHAPTER 3

Moses and the Burning Bush

και Μωυσής ην ποιμαίνων τα πρόβατα Ιοθώρ του πενθερού αυτού του ιερέως Μαδιάν και ήγαγε τα πρόβατα υπό την έρημον και ήλθεν εις το όρος του θεού Χωρήβ ώφθη δε αυτώ άγγελος κυρίου εν φλογί πυρός εκ του βάτου και ορά ότι η βάτος καίεται πυρί η δε βάτος ου κατεκαίετο είπε δε Μωυσής παρελθών όψομαι το όραμα το μέγα τούτο τι ότι ου κατακαίεται ο βάτος ως δε είδε κύριος ότι προσάγει ιδείν εκάλεσεν αυτόν κύριος εκ της βάτου λέγων Μωυσή Μωυσή ο δε είπε τι εστιν ο δε είπε μη εγγίσης ώδε λύσαι το υπόδημα εκ των ποδών σου ο γαρ τόπος εν ω συ έστηκας γη αγία εστί και είπεν αυτώ εγώ ειμι ο θεός του πατρός σου ο θεός Αβραάμ και ο θεός Ισαάκ και ο θεός Ιακώβ απέστρεψε δε Μωυσής το πρόσωπον αυτού ευλαβείτο γαρ καταβλέψαι ενώπιον του θεού είπε δε κύριος προς Μωυσήν ιδών είδον την κάκωσιν του λαού μου του εν Αιγύπτω και της κραυγής αυτών ακήκοα από των εργοδιωκτών οίδα γαρ την οδύνην αυτών και κατέβην εξελέσθαι αυτούς εκ χειρός των Αιγυπτίων και εξαγαγείν αυτούς εκ της γης εκείνης και εισαγαγείν αυτούς εις γην αγαθήν και πολλήν εις γην ρέουσαν γάλα και μέλι εις τον τόπον των Χαναναίων και Χετταίων και Αμορραίων και Φερεζαίων και Γεργεσαίων και Ευαίων και Ιεβουσαίων και νυν ιδού η κραυγή των υιών Ισραήλ ήκει προς με καγώ εώρακα τον θλιμμόν ον οι Αιγύπτιοι θλίβουσιν αυτούς 10 και νυν δεύρο αποστείλω σε προς Φαραώ βασιλέα Αιγύπτου και εξάξεις τον λαόν μου τους υιούς Ισραήλ εκ γης Αιγύπτου 11 και είπε Μωυσής προς τον θεόν τις ειμι εγώ ότι πορεύσομαι προς Φαραώ βασιλέα Αιγύπτου και ότι εξάξω τους υιούς Ισραήλ εκ γης Αιγύπτου 12 είπε δε ο θεός προς Μωυσήν λέγων ότι έσομαι μετά σου και τούτό σοι το σημείον ότι εγώ σε εξαποστέλλω εν τω εξαγαγείν σε τον λαόν μου εξ Αιγύπτου και λατρεύσετε τω θεώ εν τω όρει τούτω

The One Being

13 και είπε Μωυσής προς τον θεόν ιδού εγώ ελεύσομαι προς τους υιούς Ισραήλ και ερώ προς αυτούς ο θεός των πατέρων ημών απέσταλκέ με προς υμάς και εαν ερωτήσωσί με τι το όνομα αυτω τι έρω προς αυτούς 14 και είπεν ο θεός προς Μωυσήν εγώ ειμι ο ων και είπεν ούτως ερείς τοις υιοίς Ισραήλ ο ων απέσταλκέ με προς υμάς 15 και είπεν ο θεός πάλιν προς Μωυσήν ούτως ερείς τοις υιοίς Ισραήλ κύριος ο θεός των πατέρων ημών ο θεός Αβραάμ και ο θεός Ισαάκ και ο θεός Ιακώβ απέσταλκέ με προς υμάς τούτό μου εστί το όνομα αιώνιον και μνημόσυνον γενεών γενεαίς 16 ελθών ουν συνάγαγε την γερουσίαν των υιών Ισραήλ και ερείς προς αυτούς κύριος ο θεός των πατέρων ημών ώπταί μοι ο θεός Αβραάμ και ο θεός Ισαάκ και ο θεός Ιακώβ λέγων επισκοπή επέσκεμμαι υμάς και όσα συμβέβηκεν υμίν εν Αιγύπτω 17 και είπεν αναβιβάσω υμάς εκ της κακώσεως των Αιγυπτίων εις την γην των Χαναναίων και Χετταίων και Ευαίων και Αμορραίων και Φερεζαίων και Γεργεσαίων και Ιεβουσαίων εις γην ρέουσαν γάλα και μέλι 18 και εισακούσονταί σου της φωνής και εισελεύση συ και η γερουσία Ισραήλ προς Φαραώ βασιλέα Αιγύπτου και ερείς προς αυτόν κύριος ο θεός των Εβραίων προσκέκληται ημάς πορευσόμεθα ουν οδόν τριών ημερών εις την έρημον ίνα θύσωμεν κυρίω τω θεώ ημών 19 εγώ δε οίδα ότι ου προήσεται υμάς Φαραώ βασιλεύς Αιγύπτου πορευθήναι εάν μη μετά χειρός κραταιάς 20 και εκτείνας την χείρά μου πατάξω τους Αιγυπτίους εν πάσι τοις θαυμασίοις μου οις ποιήσω εν αυτοίς και μετά ταύτα εξαποστελεί υμάς 21 και δώσω χάριν τω λαώ τούτω ενώπιον των Αιγυπτίων όταν δε αποτρέχητε ουκ απελεύσεσθε κενοί 22 αλλά αιτήσει γυνή παρά γείτονος και συσκήνου αυτής σκεύη αργυρά και χρυσά και ιματισμόν και επιθήσετε επί τους υιούς υμών και επί τας θυγατέρας υμών και σκυλεύσετε τους Αιγυπτίους
Copyright information for ABPGRK