Exodus 32

CHAPTER 32

The Golden Calf

1και ιδών ο λαός ότι κεχρόνικε Μωυσής καταβήναι εκ του όρους συνέστη ο λαός επί Ααρών και λέγουσιν αυτώ ανάστηθι και ποίησον ημίν θεούς οι προπορεύσονται ημών ο γαρ Μωυσής ούτος ο άνθρωπος ος εξήγαγεν ημάς εκ γης Αιγύπτου ουκ οίδαμεν τι γέγονεν αυτώ 2και λέγει αυτοίς Ααρών περιέλεσθε τα ενώτια τα χρυσά τα εν τοις ώσι των γυναικών υμών και των θυγατέρων και ενέγκατε προς με 3και περιείλαντο πας ο λαός τα ενώτια τα χρυσά τα εν τοις ωσίν αυτών και ήνεγκαν προς Ααρών 4και εδέξατο εκ των χειρών αυτών και έπλασεν αυτά εν τη γραφίδι και εποίησεν αυτό μόσχον χωνευτόν και είπαν ούτοι οι θεοί σου Ισραήλ οίτινες ανεβίβασάν σε εκ γης Αιγύπτου 5και ιδών Ααρών ωκοδόμησε θυσιαστήριον κατέναντι αυτού και εκήρυξεν Ααρών λέγων εορτή κυρίου άυριον 6και ορθρίσας τη επαύριον ανεβίβασεν ολοκαυτώματα και προσήνεγκε θυσίαν σωτηρίου και εκάθισεν ο λαός φαγείν και πιείν και ανέστησαν παίζειν 7και ελάλησε κύριος προς Μωυσήν λέγων βάδιζε το τάχος κατάβηθι εντεύθεν ηνόμησε γαρ ο λαός σου ο εξήγαγες εκ γης Αιγύπτου 8παρέβησαν ταχύ εκ της οδού ης ενέτειλω αυτοίς εποίησαν εαυτοίς μόσχον και προσκεκυνήκασι αυτώ και τεθύκασιν αυτώ και είπαν ούτοι οι θεοί σου Ισραήλ οίτινες ανεβίβασάν σε εκ γης Αιγύπτου 9και νυν έασόν με και θυμωθείς οργή εις αυτούς εκτρίψω αυτούς 10και ποιήσω σε εις έθνος μέγα 11και εδεήθη Μωυσής κατέναντι κυρίου του θεού και είπεν ινατί κύριε θυμοί οργή εις τον λαόν σου ους εξήγαγες εκ γης Αιγύπτου εν ισχύϊ μεγάλη και εν τω βραχίονί σου τω υψηλώ 12μή ποτε είπωσιν οι Αιγύπτιοι λέγοντες μετά πονηρίας εξήγαγεν αυτούς αποκτείναι εν τοις όρεσι και εξαναλώσαι αυτούς από της γης παύσαι της οργής του θυμού σου και ίλεως γενού επί τη κακία του λαού σου 13μνησθείς Αβραάμ και Ισαάκ και Ιακώβ των σων οικετών οις ώμοσας αυτοίς κατά σεαυτού και ελάλησας προς αυτούς λέγων πολυπληθυνώ το σπέρμα υμών ωσεί τα άστρα του ουρανού τω πλήθει και πάσαν την γην ταύτην ην είπας δούναι τω σπέρματι αυτών και καθέξουσιν αυτήν εις τον αιώνα 14και ιλάσθη κύριος περί της κακίας ης είπε ποιήσαι προς τον λαόν αυτού 15και αποστρέψας Μωυσής κατέβη από του όρους και αι δύο πλάκες του μαρτυρίου εν ταις χερσίν αυτού πλάκες λίθιναι καταγεγραμμέναι εξ αμφοτέρων των μερών αυτών ένθεν και ένθεν ήσαν γεγραμμέναι 16και αι πλάκες έργον θεού ήσαν και η γραφή γραφή θεού εστι κεκολαμμένη εν ταις πλαξί 17και ακούσας Ιησούς της φωνηνς του λαού κραζόντων λέγει προς Μωυσήν φωνή πολέμου εν τη παρεμβολή 18και λέγει ουκ έστι φωνή εξαρχόντων κατ΄ ισχύν ουδέ φωνή εξαρχόντων τροπής αλλά φωνήν εξαρχόντων οίνου εγώ ακούω 19και ηνίκα ήγγιζε τη παρεμβολή ορά τον μόσχον και τους χορούς και οργισθείς θυμώ Μωυσής έρριψεν από των χειρών αυτού τας δύο πλάκας και συνέτριψεν αυτάς υπό το όρος 20και λαβών τον μόσχον ον εποίησαν κατέκαυσεν αυτόν πυρί και κατήλεσεν αυτόν λεπτόν και έσπειρεν αυτόν επί το ύδωρ και επότισεν αυτό τους υιούς Ισραήλ 21και είπε Μωυσής προς Ααρών τι εποίησέ σοι ο λαός ούτος ότι επήγαγες επ΄ αυτούς αμαρτίαν μεγάλην 22και είπεν Ααρών προς Μωυσήν μη οργίζου κύριε συ γαρ οίδας το όρμημα του λαού τούτου 23λέγουσι γαρ μοι ποίησον ημίν θεούς οι προπορεύσονται ημών ο γαρ Μωυσής ούτος ο άνθρωπος ος εξήγαγεν ημάς εξ Αιγύπτου ουκ οίδαμεν τι γέγονεν αυτώ 24και είπα αυτοίς τίνι υπάρχει χρυσία περιέλεσθε και έδωκάν μοι και έρριψα εις το πυρ και εξήλθεν ο μόσχος ούτος 25και ιδών Μωυσής τον λαόν ότι διεσκέδασται διεσκέδασε γαρ αυτούς Ααρών επίχαρμα τοις υπεναντίοις αυτών 26έστη Μωυσής επί της πύλης της παρεμβολής και είπε τις προς κύριον ίτω προς με συνήλθον ουν προς αυτόν πάντες οι υιοί Λευί 27και λέγει αυτοίς τάδε λέγει κύριος ο θεός Ισραήλ θέτε έκαστος την εαυτού ρομφαίαν επί τον μηρόν και διέλθατε και ανακάμψατε από πύλης επί πύλην διά της παρεμβολής και αποκτείνατε έκαστος τον αδελφόν αυτού και έκαστος τον πλησίον αυτού και έκαστος τον έγγιστα αυτού 28και εποίησαν οι υιοί Λευί καθά ελάλησεν αυτοίς Μωυσής και έπεσον εκ του λαού εν τη ημέρα εκείνη τρισχιλίους άνδρας 29και είπεν αυτοίς Μωυσής επληρώσατε τας χείρας υμών σήμερον κυρίω έκαστος εν τω αδελφώ και υιώ δοθήναι εφ΄ υμάς ευλογίαν 30και εγένετο μετά την άυριον είπε Μωυσής προς τον λαόν υμείς ημαρτήκατε αμαρτίαν μεγάλην και νυν αναβήσομαι προς τον θεόν ίνα εξιλάσωμαι περί της αμαρτίας υμών 31υπέστρεψε δε Μωυσής προς κύριον και είπε δέομαι κύριε ημάρτηκεν ο λαός ούτος αμαρτίαν μεγάλην και εποίησαν εαυτοίς θεούς χρυσούς 32και νυν ει μεν αφεις αυτοίς την αμαρτίαν αυτών άφες ει δε μη εξάλειψόν με εκ της βίβλου σου ης έγραψας 33και είπε κύριος προς Μωυσήν ει τις ημάρτηκεν ενώπιόν μου εξαλείψω αυτούς εκ της βίβλου μου 34νυν δε βάδιζε και οδήγησον τον λαόν τούτον εις τον τόπον ον είπά σοι ιδού ο άγγελός μου προπορεύσεται προ προσώπου σου η δ΄ αν ημέρα επισκέπτωμαι επάξω επ΄ αυτούς την αμαρτίαν αυτών 35και επάταξε κύριος τον λαόν περί της ποιήσεως του μόσχου ου εποίησεν Ααρών
Copyright information for ABPGRK