Exodus 33

CHAPTER 33

The LORD Talks to Moses

1και είπε κύριος προς Μωυσήν προπορεύου ανάβηθι εντεύθεν συ και ο λαός σου ους εξήγαγες εκ γης Αιγύπτου εις την γην ην ώμοσα τω Αβραάμ και τω Ισαάκ και τω Ιακώβ λέγων τω σπέρματι υμών δώσω αυτήν 2και συναποστελώ τον άγγελόν μου προ προσώπου σου και εκβαλεί τον Αμορραίον και Χετταίον και Φερεζαίον και Γεργεσαίον και Ευαίον και Ιεβουσαίον και Χαναναίον 3και εισάξω σε εις γην ρέουσαν γάλα και μέλι ου γαρ μη συναναβώ μετά σου διά το τον λαόν σκληροτράχηλόν σε είναι ίνα μη εξαναλώσω σε εν τη οδώ 4και ακούσας ο λαός το ρήμα το πονηρόν τούτο κατεπένθησεν εν πενθικοίς 5και είπε κύριος τοις υιοίς Ισραήλ υμείς λαός σκληροτράχηλος οράτε μη πληγήν άλλην εγώ επάγω εφ΄ υμάς και εξαναλώσω υμάς νυν ουν αφέλεσθε τας στολάς των δοξών υμών και τον κόσμον και δείξω σοι α ποιήσω σοι 6και περιείλαντο οι υιοί Ισραήλ τον κόσμον αυτών και την περιστολήν από του όρους του Χωρήβ 7και λαβών Μωυσής την σκηνήν αυτού έπηξεν έξω της παρεμβολής μακράν από της παρεμβολής και εκλήθη σκηνή του μαρτυρίου και εγένετο πας ο ζητών τον κύριον εξεπορεύετο εις την σκηνήν έξω της παρεμβολής 8ηνίκα δ΄ αν εισεπορεύετο Μωυσής εις την σκηνήν έξω της παρεμβολής ειστήκει πας ο λαός σκοπεύοντες έκαστος παρά τας θύρας της σκηνής αυτού και κατενοόυσαν απιόντος Μωυσή έως του είσελθειν αυτόν εις την σκηνήν 9ως δε εισήλθε Μωυσής εις την σκηνήν κατέβαινεν ο στύλος της νεφέλης και ίστατο επί την θύραν της σκηνής και ελάλει Μωυσή 10και εώρα πας ο λαός τον στύλον της νεφέλης εστώτα επί της θύρας της σκηνής και ίστατο πας ο λαός και προσεκύνησαν έκαστος από της θύρας της σκηνής αυτού 11και ελάλησε κύριος προς Μωυσήν ενώπιος ενωπίω ως ει τις λαλήσαι προς τον εαυτού φίλον και απελύετο εις την παρεμβολήν ο δε θεράπων Ιησούς ο υιός Ναυή νέος ουκ εξεπορεύετο εκ της σκηνής 12και είπε Μωυσής προς κύριον ιδού συ μοι λέγεις ανάγαγε τον λαόν τούτον συ δε ουκ εδήλωσάς μοι ον συναποστελείς μετ΄ εμού συ δε μοι είπας οίδά σε παρά πάντας και χάριν έχεις παρ΄ εμοί 13ει ουν εύρηκα χάριν εναντίον σου εμφάνισόν μοι σεαυτόν γνωστώς ίνα ίδω σε όπως αν ω ευρηκώς χάριν εναντίον σου και ίνα γνώ ότι λαός σου το έθνος τούτο 14και λέγει αυτός προπορεύσομαί σου και καταπαύσω σε 15και λέγει προς αυτόν ει μη συ αυτός πορεύη μεθ΄ ημών μη με αναγάγης εντεύθεν 16και πως γνωστόν έσται αληθώς ότι εύρηκα χάριν παρά σοι εγώ τε και ο λαός σου αλλ΄ η συμπορευομένου σου μεθ΄ ημών και ενδοξασθήσομαι εγώ τε και ο λαός σου παρά πάντα τα έθνη όσα επί της γης εστιν 17είπε δε κύριος προς Μωυσήν και τούτόν σοι τον λόγον ον είρηκας ποιήσω εύρηκας γαρ χάριν ενώπιον μού και οίδά σε παρά πάντας

The Glory of The LORD Shown to Moses

18και λέγει δείξόν μοι την σεαυτού δόξαν 19και είπεν εγώ παρελεύσομαι πρότερός σου τη δόξη μου και καλέσω τω ονόματι κύριος εναντίον σου και ελεήσω ον αν ελεώ και οικτειρήσω ον αν οικτειρώ 20και είπεν ου δυνήση ιδείν το πρόσωπόν μου ου γαρ μη ίδη άνθρωπος το πρόσωπόν μου και ζήσεται 21και είπε κύριος ιδού τόπος παρ΄ εμοί και στήση επί της πέτρας 22ηνίκα δ΄ αν παρέλθη η δόξα μου και θήσω σε εις οπήν της πέτρας και σκεπάσω τη χειρί μου επί σε έως αν παρέλθω 23και αφελώ την χείρα και τότε όψει τα οπίσω μου το δε πρόσωπόν μου ουκ οφθήσεταί σοι
Copyright information for ABPGRK