Exodus 34

CHAPTER 34

The Second Set of Tablets

1και είπε κύριος προς Μωυσήν λάξευσον σεαυτώ δύο πλάκας λιθίνας καθ΄ώς και αι πρώται και ανάβηθι προς με εις το όρος και γράψω επί των πλακών τα ρήματα α ην εν ταις πλαξί ταις πρώταις ας συνέτριψας 2και γίνου έτοιμος εις τοπρωϊ και αναβήσεις επί το όρος το Σινά και στήση μοι εκει επ΄ άκρου του όρους 3και μηδείς αναβήτω μετά σου μηδέ οφθήτω εν παντί τω όρει και τα πρόβατα και οι βόες μη νεμέσθωσαν πλησίον του όρους εκείνου 4και ελάξευσε δύο πλάκας λιθίνας καθάπερ και αι πρώται και ορθρίσας Μωυσής τοπρωϊ ανέβη εις το όρος το Σινά καθότι συνέταξεν αυτώ κύριος και έλαβε Μωυσής μεθ΄ εαυτού τας δύο πλάκας τας λιθίνας 5και κατέβη κύριος εν νεφέλη και παρέστη αυτώ εκεί και εκάλεσε τω ονόματι κυρίου 6και παρήλθε κύριος προ προσώπου αυτού και εκάλεσε κύριος κύριος ο θεός οικτίρμων και ελεήμων μακρόθυμος και πολυέλεος και αληθινός 7και δικαιοσύνην διατηρών και ποιών έλεος εις χιλιάδας αφαιρών ανομίας και αδικίας και αμαρτίας και τον ένοχον ου καθαριεί επάγων ανομίας πατέρων επί τέκνα και επί τέκνα τέκνων επί τρίτην και τετάρτην γενεάν 8και σπεύσας Μωυσής κύψας επί την γην προσεκύνησε 9και είπεν ει εύρηκα χάριν ενώπιόν σου συμπορευθήτω ο κύριός μου μεθ΄ ημών ο λαός γαρ σκληροτράχηλός εστι και αφελείς συ τας αμαρτίας και τας ανομίας ημών και εσόμεθά σοι

The LORD Establishes a Covenant

10και είπε κύριος προς Μωυσήν ιδού εγώ τίθημί σοι διαθήκην ενώπιον παντός του λαού σου και ποιήσω ένδοξα α ου γέγονεν εν πάση τη γη και εν παντί έθνει και όψεται πας ο λαός εν οις ει συ τα έργα κυρίου ότι θαυμαστά εστιν α εγώ ποιήσω σοι 11πρόσεχε συ πάντα όσα εγώ εντέλλομαί σοι ιδού εγώ εκβαλλώ προ προσώπου υμών τον Αμορραίον και τον Χαναναίον και τον Χετταίον και τον Φερεζαίον και τον Ευαίον και τον Γεργεσαίον και τον Ιεβουσαίον 12πρόσεχε σεαυτώ μή ποτε θης διαθήκην τοις εγκαθημένοις επί της γης εις ην εισπορεύη εις αυτήν μή ποτε γένηται πρόσκομμα εν υμίν 13τους βωμούς αυτών καθελείτε και τας στήλας αυτών συντρίψετε και τα άλση αυτών εκκόψετε και τα γλυπτά των θεών αυτών κατακαύσετε πυρί 14ου γαρ μη προσκυνήσητε θεώ ετέρω ο γαρ κύριος ο θεός ζηλωτόν όνομα θεός ζηλωτής εστι 15μή ποτε θης διαθήκην τοις εγκαθημένοις επί της γης και εκπορνεύσωσιν οπίσω των θεών αυτών και θύσωσι τοις θεοίς αυτών και καλέσωσί σε και φάγης των θυσιών αυτών 16και λάβης των θυγατέρων αυτών τοις υιοίς σου και των θυγατέρων σου δως τοις υιοίς αυτών και εκπορνεύσωσιν αι θυγατέρες σου οπίσω των θεών αυτών και εκπορνεύσουσιν τους υιούς σου οπίσω των θεών αυτών 17και θεούς χωνευτούς ου ποιήσεις σεαυτώ

Concerning the Holidays

18και την εορτήν των αζύμων φυλάξη επτά ημέρας φαγή άζυμα καθάπερ εντέταλμαί σοι εις τον καιρόν εν μηνί των νέων εν γαρ τω μηνί των νέων εξήλθες εξ Αιγύπτου 19παν διανοίγον μήτραν εμοί τα αρσενικά πρωτότοκον μόσχου και προβατου 20και πρωτότοκον υποζυγίου λυτρώση προβάτω εάν δε μη λυτρώση αυτό τιμήν δώσεις αυτού παν πρωτότοκον των υιών σου λυτρωση ουκ οφθήση ενώπιόν μου κενός 21εξ ημέρας έργα τη δε ημέρα τη εβδόμη καταπαύσεις τω σπόρω και τω αμητώ καταπαύσις 22και εορτήν εβδομάδων ποιήσεις μοι αρχήν θερισμού πυρών και εορτήν συναγωγής μεσούντος του ενιαυτού 23τρεις καιρούς του ενιαυτού οφθήσεται παν αρσενικόν σου ενώπιον κυρίου του θεού Ισραήλ 24όταν γαρ εκβάλω τα έθνη από προσώπου σου και πλατυνώ τα όριά σου ουκ επιθυμήσει ουδείς της γης σου ηνίκα αν αναβαίνης οφθήναι εναντίον κυρίου του θεού σου τρεις καιρούς του ενιαυτού 25ου σφάξεις επί ζύμη αίμα θυσιασμάτων μου και ου κοιμηθήσεται εις τοπρωϊ θύματα εορτής του πάσχα 26τα πρωτογεννήματα της γης σου εισοίσεις εις τον οίκον κυρίου του θεού σου ουχ εψήσεις άρνα εν γάλακτι μητρός αυτού 27και είπε κύριος προς Μωυσήν γράψον σεαυτώ τα ρήματα ταύτα επι γαρ των λόγων τούτων τέθειμαί σοι διαθήκην και τω Ισραήλ 28και ην εκεί Μωυσής έναντι κυρίου τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας άρτον ουκ έφαγε και ύδωρ ουκ έπιε και έγραψεν επί των πλακών τα ρήματα ταύτα της διαθήκης τους δέκα λόγους

The Face of Moses Glorified

29ως δε κατέβαινε Μωυσής εκ του όρους Σινά και αι δύο πλάκες επί των χειρών Μωυσή καταβαίνοντος δε αυτού εκ του όρους και Μωυσής ουκ ήδει ότι δεδόξασται η όψις του χρωτός του προσώπου αυτού εν τω λαλείν αυτόν αυτώ 30και είδεν Ααρών και πάντες οι υιοί Ισραήλ τον Μωυσήν και ην δεδοξασμένη η όψις του χρωτός του προσώπου αυτού και εφοβήθησαν εγγίσαι αυτώ 31και εκάλεσεν αυτούς Μωυσής και επεστράφησαν προς αυτόν Ααρών και πάντες οι άρχοντες της συναγωγής και ελάλησεν αυτοίς Μωυσής 32και μετά ταύτα προσήλθον προς αυτόν πάντες οι υιοί Ισραήλ και ενετείλατο αυτοίς πάντα όσα ελάλησε κύριος προς αυτόν εν τω όρει Σινά 33και επειδή κατέπαυσε λαλών προς αυτούς επέθηκεν επί το πρόσωπον αυτού κάλυμμα 34ηνίκα δ΄ αν εισεπορεύετο Μωυσής έναντι κυρίου λαλείν αυτώ περιηρείτο το κάλυμμα έως του εκπορεύεσθαι και εξελθών ελάλει πάσι τοις υιοίς Ισραήλ όσα ενετείλατο αυτώ κύριος 35και είδον οι υιοί Ισραήλ το πρόσωπον Μωυσέως ότι δεδόξασται και περιέθηκε Μωυσής κάλυμμα επί το πρόσωπον αυτού έως αν εισέλθη συλλαλείν αυτώ
Copyright information for ABPGRK