Exodus 4

CHAPTER 4

The Rod of Moses

1απεκρίθη δε Μωυσής και είπεν εάν ουν μη πιστεύσωσί μοι μηδέ εισακούσωσι της φωνής μου ερούσι γαρ ότι ουκ ώπταί σοι ο θεός τι ερώ προς αυτούς 2είπε δε αυτώ κύριος τι τούτό εστι το εν χειρί σου ο δε είπε ράβδος 3και είπεν αυτώ ρίψον αυτήν επί την γην και έρριψεν αυτήν επί την γην και εγένετο όφις και έφυγε Μωυσής απ΄ αυτού 4και είπε κύριος προς Μωυσήν έκτεινον την χείρα και επιλαβού της κέρκου εκτείνας ουν την χείρα επελάβετο της κέρκου και εγένετο ράβδος εν τη χειρί αυτού 5ίνα πιστεύσωσί σοι ότι ώπταί σοι κύριος ο θεός των πατέρων αυτών ο θεός Αβραάμ και ο θεός Ισαάκ και ο θεός Ιακώβ 6είπε δε αυτώ κύριος πάλιν εισένεγκε την χείρά σου εις τον κόλπον σου και εισήνεγκε την χείρα αυτού εις τον κόλπον αυτού και εξήνεγκεν αυτήν εκ του κόλπου αυτού και εγενήθη η χειρ αυτού λεπρώσα ωσεί χιών 7και είπε πάλιν αυτώ κύριος εισένεγκε την χείρά σου εις τον κόλπον σου και εισήνεγκε την χείρα εις τον κόλπον αυτού και εξήνεγκεν αυτήν εκ του κόλπου αυτού και πάλιν αποκατέστη εις την χροάν της σαρκός αυτής 8εάν δε μη πιστεύσωσί σοι μηδέ εισακούσωσι της φωνής του σημείου του πρώτου πιστεύσουσί σοι της φωνής του σημείου του δευτέρου 9και έσται εάν μη πιστεύσωσί σοι τοις δυσί σημείοις τούτοις μηδέ εισακούσωσι της φωνής σου λήψη από του ύδατος του ποταμού και εκχεείς επί το ξηρόν και έσται το ύδωρ ο αν λάβης από του ποταμού αίμα επί του ξηρού 10είπε δε Μωυσής προς κύριον δέομαι κύριε ουχ ικανός ειμί προ της εχθές ουδέ προ της τρίτης ημέρας ουδέ αφ΄ ου ήρξω λαλείν τω θεράποντί σου ισχνόφωνος και βραδύγλωσσος εγώ ειμι 11είπε δε κύριος τω Μωυσή τις έδωκε στόμα ανθρώπω και τις εποίησε δύσκωφον και κωφόν βλέποντα και τυφλόν ουκ εγώ κύριος ο θεός

Aaron Speaks for Moses

12και νυν πορεύου και εγώ ανοίξω το στόμα σου και συμβιβάσω σε α μέλλεις λαλήσαι 13και είπε Μωυσής δέομαι κύριε προχείρισαι άλλον δυνάμενον ον αποστελείς 14και θυμωθείς οργή κύριος επί Μωυσήν είπεν ουκ ιδού Ααρών ο αδελφός σου ο Λευίτης επίσταμαι ότι λαλών λαλήσει αυτός σοι και ιδού αυτός εξελεύσεται εις συνάντησίν σοι και ιδών σε χαρήσεται εν εαυτώ 15και ερείς προς αυτόν και δώσεις τα ρήματά μου εις το στόμα αυτού και εγώ ανοίξω το στόμα σου και το στόμα αυτού και συμβιβάσω υμάς α ποιήσετε 16και αυτός σοι λαλήσει τα προς τον λαόν και αυτός έσται σου στόμα συ δε αυτώ έση τα προς τον θεόν 17και την ράβδον ταύτην την στραφείσαν εις όφιν λήψη εν τη χειρί σου εν η ποιήσεις εν αυτή τα σημεία

Moses Returns to Egypt

18επορεύθη δε Μωυσής και απέστρεψε προς Ιοθώρ τον πενθερόν αυτού και λέγει πορεύσομαι και αποστρέψω προς τους αδελφούς μου τους εν Αιγύπτω και όψομαι ει έτι ζώσι και είπεν Ιοθώρ τω Μωυσή βάδιζε υγιαίνων μετά δε τας ημέρας τας πολλάς εκείνας ετελεύτησεν ο βασιλεύς Αιγύπτου 19είπε δε κύριος προς Μωυσήν εν γη Μαδιάν βάδιζε άπελθε εις Αίγυπτον τεθνήκασι γαρ πάντες οι ζητούντές σου την ψυχήν 20αναλαβών δε Μωυσής την γυναίκα και τα παιδία ανεβίβασεν αυτά επί τα υποζύγια και επέστρεψεν εις Αίγυπτον έλαβε δε Μωυσής την ράβδον την παρά του θεού εν τη χειρί αυτού 21είπε δε κύριος προς Μωυσήν πορευομένου σου και αποστρέφοντος εις Αίγυπτον ορά πάντα τα τέρατα α δέδωκα εν τη χειρι σου ποιήσεις αυτά εναντίον Φαραώ εγώ δε σκληρυνώ αυτού την καρδίαν και ου μη εξαποστείλη τον λαόν 22συ δε ερείς τω Φαραώ τάδε λέγει κύριος υιός πρωτότοκός μου Ισραήλ 23είπα δε σοι εξαπόστειλον τον λαόν μου ίνα μοι λατρεύση ει μεν ουν μη βούλη εξαποστείλαι αυτούς όρα ουν εγώ αποκτενώ τον υιόν σου τον πρωτότοκον 24εγένετο δε εν τη οδώ εν τω καταλύματι συνήντησεν αυτώ άγγελος κυρίου και εζήτει αποκτείναι αυτόν 25και λαβούσα Σεπφώρα ψήφον περιέτεμε την ακροβυστίαν του υιού αυτής και προσέπεσε προς τους πόδας αυτού και είπενσηε έστη το αίμα της περιτομής του παιδίου μου 26και απήλθεν απ΄ αυτού ο άγγελος διότι είπεν έστη το αίμα της περιτομής του παιδίου μου 27είπε δε κύριος προς Ααρών πορεύθητι εις συνάντησιν Μωυσή εις την έρημον και επορεύθη και συνήντησεν αυτώ εν τω όρει του θεού και κατεφίλησαν αλλήλους 28και ανήγγειλε Μωυσής τω Ααρών πάντας τους λόγους κυρίου ους απέστειλε προς αυτόν και πάντα τα σημεία α ενετείλατο αυτώ 29επορεύθη δε Μωυσής και Ααρών και συνήγαγον την γερουσίαν των υιών Ισραήλ 30και ελάλησεν Ααρων πάντα τα ρήματα α ελάλησεν ο θεός προς Μωυσήν και εποίησε τα σημεία εναντίον του λαού 31και επίστευσεν ο λαός και εχάρη ότι επεσκέψατο ο θεός τους υιούς Ισραήλ και ότι είδεν αυτών την θλίψιν κύψας δε ο λαός προσεκύνησε
Copyright information for ABPGRK