Exodus 5

CHAPTER 5

Moses and Aaron Before Pharaoh

και μετά ταύτα εισήλθε Μωυσής και Ααρών προς Φαραώ και είπαν αυτώ τάδε λέγει κύριος ο θεός Ισραήλ εξαπόστειλον τον λαόν μου ίνα μοι εορτάσωσιν εν τη ερήμω και είπε Φαραώ τις εστίν ου εισακούσομαι της φωνής αυτού ώστε εξαποστείλαι τους υιούς Ισραήλ ουκ οίδα τον κύριον και τον Ισραήλ ουκ εξαποστέλλω και λέγουσιν αυτώ ο θεός των Εβραίων προσκέκληται ημάς πορευσόμεθα ουν οδόν τριών ημερών εις την έρημον όπως θύσωμεν κυρίω τω θεώ ημών μή ποτε συναντήση ημίν θάνατος η φόνος και είπεν αυτοίς ο βασιλεύς Αιγύπτου ινατί Μωυσή και Ααρών διαστρέφετε τον λαόν από των έργων απέλθετε έκαστος υμών προς τα έργα αυτού και είπε Φαραώ ιδού νυν πολυπλήθει ο λαός της γης μη ουν καταπαύσωμεν αυτούς από των έργων

Pharaoh Oppresses Israel

συνέταξε δε Φαραώ τοις εργοδιώκταις του λαού και τοις γραμματεύσι λέγων ουκέτι προστεθήσεσθε διδόναι άχυρον τω λαώ εις την πλινθουργίαν καθάπερ εχθές και τρίτην ημέραν αυτοί πορευέσθωσαν και συναγαγέτωσαν εαυτοίς τα άχυρα και την σύνταξιν της πλινθουργίας ης αυτοί ποιούσι καθ΄ εκάστην ημέραν επιβαλείτε αυτοίς ουκ αφελείς ουδέν απ΄ αυτών σχολάζουσι γαρ διά τούτο κεκράγασι λέγοντες πορευθώμεν και θύσωμεν τω θεώ ημών βαρυνέσθω τα έργα των ανθρώπων τούτων και μεριμνάτωσαν ταύτα και μη μεριμνάτωσαν εν λόγοις κενοίς 10 κατέσπευδον δε αυτούς οι εργοδιώκται και οι γραμματείς του λαού και έλεγον προς τον λαόν λέγοντες τάδε λέγει Φαραώ ουκέτι δίδωμι υμίν άχυρα 11 αυτοί υμείς πορευόμενοι συλλέγετε εαυτοίς άχυρα όθεν εάν εύρητε ου γαρ αφαιρείται από της συντάξεως υμών ουθέν 12 και διεσπάρη ο λαός εν όλη γη Αιγύπτου συναγαγείν καλάμην εις άχυρα 13 οι δε εργοδιώκται κατέσπευδον αυτούς λέγοντες συντελείτε τα έργα τα καθήκοντα καθ΄ ημέραν καθάπερ και ότε το άχυρον εδίδοτο υμίν 14 και εμαστιγώθησαν οι γραμματείς του γένους των υιών Ισραήλ οι κατασταθέντες επ΄ αυτούς υπό των επιστατών του Φαραώ λέγοντες διατί ου συνετελέσατε τας συντάξεις υμών της πληνθείας καθάπερ και εχθές και τρίτην ημέραν και το της σήμερον 15 εισελθόντες δε οι γραμματείς των υιών Ισραήλ κατεβόησαν προς Φαραώ λέγοντες ινατί συ ούτως ποιείς τοις σοις οικέταις 16 άχυρον ου δίδοται τοις οικέταις σου και την πλίνθον ημίν λέγουσι ποιείν και ιδού οι παίδές σου μεμαστίγωνται αδικήσεις ουν τον λαόν σου 17 και είπεν αυτοίς σχολάζετε σχολασταί εστέ διά τούτο λέγετε πορευθωμεν θύσωμεν τω κυρίω 18 νυν ουν πορευθέντες εργάζεσθε το γαρ άχυρον υμίν ου δοθήσεται και την σύνταξιν της πλινθείας αποδώσετε 19 εώρων δε οι γραμματείς των υιών Ισραήλ εαυτούς εν κακοίς λέγοντες ουκ απολείψετε από της πλινθείας το καθήκον τη ημέρα 20 συνήντησαν δε Μωυσή και Ααρών ερχομένοις εις συνάντησιν αυτοίς εκπορευομένων αυτών από Φαραώ 21 και είπον αυτοίς επίδοι ο θεός υμάς και κρίναι ότι εβδελύξατε την οσμήν ημών εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού δούναι ρομφαίαν εις τας χείρας αυτού του αποκτείναι ημάς 22 επέστρεψε δε Μωυσής προς κύριον και είπε κύριε διά τι εκάκωσας τον λαόν τούτον και ινατί απέσταλκάς με 23 και αφ΄ ου εισπεπόρευμαι προς Φαραώ λαλήσαι επί τω σω ονόματι εκάκωσε τον λαόν τούτον και ουκ ερρύσω τον λαόν σου
Copyright information for ABPGRK