Exodus 6

CHAPTER 6

The LORD Remembers His Covenant

και είπε κύριος προς Μωυσήν ήδη όψει α ποιήσω τω Φαραώ εν γαρ χειρί κραταιά εξαποστελεί αυτούς και εν βραχίονι υψηλώ εκβαλεί αυτούς εκ της γης αυτού ελάλησε δε ο θεός προς Μωυσήν και είπε προς αυτόν εγώ κύριος και ώφθην προς Αβραάμ και Ισαάκ και Ιακώβ θεός ων αυτών και το όνομά μου κύριος ουκ εδήλωσα αυτοίς και έστησα την διαθήκην μου προς αυτούς ώστε δούναι αυτοίς την γην των Χαναναίων την γην ην παρωκήκασιν εν η και παρώκησαν επ΄ αυτής και εγώ εισήκουσα τον στεναγμόν των υιών Ισραήλ α οι Αιγύπτιοι καταδουλούντο αυτούς και εμνήσθην της διαθήκης υμών βάδιζε είπον τοις υιοίς Ισραήλ λέγων εγώ κύριος και εξάξω υμάς από της δυναστείας των Αιγυπτίων και ρύσομαι υμάς εκ της δουλείας αυτών και λυτρώσομαι υμάς εν βραχίονι υψηλώ και κρίσει μεγάλη και λήψομαι εμαυτώ υμάς εις λαόν εμοί και έσομαι υμών θεός και γνώσεσθε ότι εγώ κύριος ο θεός υμών ο εξαγαγών υμάς εκ της καταδυναστείας των Αιγυπτίων και εισάξω υμάς εις την γην εις ην εξέτεινα την χείρά μου δούναι αυτήν τω Αβραάμ και Ισαάκ και Ιακώβ και δώσω υμίν αυτήν εν κλήρω εγώ κύριος ελάλησε δε Μωυσής ούτως τοις υιοίς Ισραήλ και ουκ εισήκουσαν Μωυσή από της ολιγοψυχίας και από των έργων των σκληρών 10 είπε δε κύριος προς Μωυσήν λέγων 11 είσελθε λάλησον προς Φαραώ βασιλέα Αιγύπτου ίνα εξαποστείλη τους υιούς Ισραήλ εκ της γης αυτού 12 ελάλησε δε Μωυσής έναντι κυρίου λέγων ιδού οι υιοί Ισραήλ ουκ εισήκουσάν μου και πως εισακούσεταί μου Φαραώ εγώ δε άλογός ειμι 13 είπε δε κύριος προς Μωυσήν και Ααρών και συνέταξεν αυτοίς προς Φαραώ βασιλέα Αιγύπτου ώστε εξαγαγείν τους υιούς Ισραήλ εκ της γης Αιγύπτου

The Chiefs of Israel

14 και ούτοι οι αρχηγοί οίκων πατριών αυτών υιοί Ρουβήν πρωτοτόκου Ισραήλ Ενώχ και Φαλλού Ασρών και Χαρμί αύτη η συγγένεια Ρουβήν 15 και υιοί Συμεών Ιεμουήλ και Ιαμίν και Αωδ και Ιαχείν και Σαάρ και Σαούλ ο εκ της Φοινίσσης αύται αι πατριαί των υιών Συμεών 16 και ταύτα τα ονόματα των υιών Λευί κατά συγγενείας αυτών Γεδσών Καάθ και Μεραρεί και τα έτη της ζωής Λευί εκατόν τριακονταεπτά έτη 17 και ούτοι οι υιοί Γεδσών Λοβενι και Σεμει οίκοι πατριάς αυτών 18 και οι υιοί Καάθ Αμβράμ και Ισαάρ και Χεβρών και Οζιήλ και τα έτη της ζωής Καάθ εκατόν τριακοντατρία έτη 19 και υιοί Μεραρεί Μοολί και Μουσει ούτοι οι οίκοι πατριών Λευί κατά συγγενείας αυτών 20 και έλαβεν Αμβράμ την Ιωχαβέδ θυγατέρα του αδελφού του πατρός αυτού εαυτώ εις γυναίκα και εγέννησεν αυτώ τον τε Ααρών και Μωυσήν και Μαριάμ την αδελφήν αυτών τα δε έτη της ζωής Αμβράμ εκατόν τριακονταεπτά έτη 21 και υιοί Ισαάρ Κορέ και Ναφεκ και Ζεχρι 22 και υιοί Οζιήλ Μισαήλ και Ελισαφάν και Ζεχρί 23 έλαβε δε Ααρών την Ελισάβεθ θυγατέρα Αμιναδάβ αδελφήν Ναασσών αυτώ γυναίκα και έτεκεν αυτώ τον τε Ναδαβ και Αβιούδ και Ελεάζαρ και Ιθάμαρ 24 υιοί δε Κορέ Ασείρ και Ελκανά και Αβιάσαρ αύται αι γενέσεις Κορέ 25 και Ελεάζαρ ο του Ααρών έλαβε των θυγατέρων Φουτιήλ αυτώ γυναίκα και έτεκεν αυτώ τον Φινεές αύται αι αρχαί πατριάς Λευιτών κατά γενέσεις αυτών 26 ούτος Ααρών και Μωυσής οις είπεν ο θεός αυτοίς εξαγαγείν τους υιούς Ισραήλ εξ Αιγύπτου συν δυνάμει αυτών 27 ούτοί εισιν οι διαλεγόμενοι προς Φαραώ βασιλέα Αιγύπτου ώστε εξαγαγείν τους υιούς Ισραήλ εξ Αιγύπτου αυτός Ααρών και Μωυσής 28 η ημέρα ελάλησε κύριος Μωυσή εν γη Αιγύπτου 29 και ελάλησε κύριος προς Μωυσήν λέγων εγώ κύριος λάλησον προς Φαραώ βασιλέα Αιγύπτου όσα εγώ λέγω προς σε 30 και είπε Μωυσής εναντίον κυρίου ιδού εγώ ισχνόφωνός ειμι και πως εισακούσεταί μου Φαραώ
Copyright information for ABPGRK