Exodus 7

CHAPTER 7

The LORD Gives Charge to Moses and Aaron

και είπε κύριος προς Μωυσήν λέγων ιδού δέδωκά σε θεόν Φαραώ και Ααρών ο αδελφός σου έσται σου προφήτης συ δε λαλήσεις αυτώ πάντα όσα εντέλλομαί σοι ο δε Ααρών ο αδελφός σου λαλήσει προς Φαραώ ώστε εξαποστείλαι τους υιούς Ισραήλ εκ γης αυτού εγώ δε σκληρυνώ την καρδίαν Φαραώ και πληθυνώ τα σημείά μου και τα τέρατα εν γη Αιγύπτω και ουκ εισακούσεται υμών Φαραώ και επιβαλώ την χείρά μου επ΄ Αίγυπτον και εξάξω συν δυνάμει μου τον λαόν μου τους υιούς Ισραήλ εκ γης Αιγύπτου συν εκδικήσει μεγάλη και γνώσονται πάντες οι Αιγύπτιοι ότι εγώ ειμι κύριος εκτείνων την χείρά μου επ΄ Αίγυπτον και εξάξω τους υιούς Ισραήλ εκ μέσου αυτών εποίησε δε Μωυσής και Ααρών καθάπερ ενετείλατο αυτοίς κύριος ούτως εποίησαν Μωυσής δε ην ετών ογδοήκοντα Ααρών δε ογδοηκοντατριών ετών ηνίκα ελάλησαν προς Φαραώ και είπε κύριος προς Μωυσήν και Ααρών λέγων και εάν λαλήση προς υμάς Φαραώ λέγων δότε ημίν σημείον η τέρας και ερείς Ααρών τω αδελφώ σου λάβε την ράβδον και ρίψον αυτήν επί την γην εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού και έσται δράκων 10 εισήλθε δε Μωυσής και Ααρών εναντίον Φαραώ και των θεραπόντων αυτού και εποίησαν ούτως καθάπερ ενετείλατο αυτοίς κύριος και έρριψεν Ααρών την ράβδον εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού και εγένετο δράκων 11 συνεκάλεσε δε τους σοφιστάς Αιγύπτου ο Φαραώ και τους φαρμακούς και εποίησαν και οι επαοιδοί των Αιγυπτίων ταις φαρμακείαις αυτών ωσαύτως 12 και έρριψαν έκαστος την ράβδον αυτού και εγένοντο δράκοντες και κατέπιεν η ράβδος η Ααρών τας εκείνων ράβδους 13 και κατίσχυσεν η καρδία Φαραώ και ουκ εισήκουσεν αυτών καθάπερ ελάλησεν αυτοίς κύριος

The Waters Turned to Blood

14 είπε δε κύριος προς Μωυσήν βεβάρηται η καρδία Φαραώ του μη εξαποστείλαι τον λαόν 15 βάδισον προς Φαραώ τοπρωϊ ιδού αυτός εκπορεύεται επί το ύδωρ και έση συναντών αυτώ επί το χείλος του ποταμού και την ράβδον την στραφείσαν εις όφιν λήψη εν τη χειρί σου 16 και ερείς προς αυτόν κύριος ο θεός των Εβραίων απέσταλκέ με προς σε λέγων εξαπόστειλον τον λαόν μου ίνα μοι λατρεύσωσί μοι εν τη ερήμω και ιδού ουκ εισήκουσας έως τούτου 17 τάδε λέγει κύριος εν τούτω γνώση ότι εγώ κύριος ιδού εγώ τύπτω τη ράβδω τη εν τη χειρί μου επί το ύδωρ το εν τω ποταμώ και μεταβαλεί εις αίμα 18 και οι ιχθύες οι εν τω ποταμώ τελευτήσουσι και εποζέσει ο ποταμός και ου δυνήσονται οι Αιγύπτιοι πιείν ύδωρ από του ποταμού 19 είπε δε κύριος προς Μωυσήν είπον Ααρών τω αδελφώ σου λάβε την ράβδον σου και έκτεινον την χείρά σου επί τα ύδατα Αιγύπτου και επί τους ποταμούς αυτών και επί τας διώρυγας αυτών και επί τα έλη αυτών και επί παν συνεστηκός ύδωρ αυτών και έσται αίμα εν πάση τη γη Αιγύπτου εν τε τοις ξύλοις και εν τοις λίθοις 20 και εποίησαν ούτως Μωυσής και Ααρών καθάπερ ενετείλατο αυτοίς κύριος και επάρας Ααρών την ράβδω αυτού επάταξε το ύδωρ το εν τω ποταμώ εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού και μετέβαλε παν το ύδωρ το εν τω ποταμώ εις αίμα 21 και οι ιχθύες οι εν τω ποταμώ ετελεύτησαν και επώζεσεν ο ποταμός και ουκ ηδύναντο οι Αιγύπτιοι πιείν ύδωρ εκ του ποταμού και ην το αίμα εν πάση τη γη Αιγύπτου 22 εποίησαν δε ωσαύτως και οι επαοιδοί των Αιγυπτίων ταις φαρμακείαις αυτών και εσκληρύνθη η καρδία Φαραώ και ουκ εισήκουσεν αυτών καθάπερ είπε κύριος 23 επιστραφείς δε Φαραώ εισήλθεν εις τον οίκον αυτού και ουκ επέστησε τον νούν αυτού ουδέ επί τούτω 24 ώρυξαν δε πάντες οι Αιγύπτιοι κύκλω του ποταμού ώστε πιείν ύδωρ και ουκ ηδύναντο πιείν ύδωρ από του ποταμού 25 και ανεπληρώθησαν επτά ημέραι μετά το πατάξαι κυριον τον ποταμόν
Copyright information for ABPGRK