Exodus 8

CHAPTER 8

Frogs Cover the Land of Egypt

1είπε δε κύριος προς Μωυσήν είσελθε προς Φαραώ και ερείς προς αυτόν τάδε λέγει κύριος εξαπόστειλον τον λαόν μου ίνα μοι λατρεύσωσιν 2ει δε μη βούλη συ εξαποστείλαι ιδού εγώ τύπτω πάντα τα όριά σου βατράχοις 3και εξερεύξεται ο ποταμός βατράχους και αναβάντες εισελεύσονται εις τους οίκους σου και εις τα ταμιεία των κοιτώνων σου και επί των κλινών σου και εις τους οίκους των θεραπόντων σου και του λαού σου και εν τοις φυράμασί σου και εν τοις κλιβάνοις σου 4και επί σε και επί τον λαόν σου και επί τους θεράποντάς σου αναβήσονται οι βάτραχοι 5είπε δε κύριος προς Μωυσήν είπον Ααρών τω αδελφώ σου έκτεινον τη χειρί σου την ράβδον επί τους ποταμούς και επί τας διώρυγας και επί τα έλη και ανάγαγε τους βατράχους 6και εξέτεινεν Ααρών την χείρα επί τα ύδατα Αιγύπτου και ανήγαγε τους βατράχους και ανεβιβάσθη ο βάτραχος και εκάλυψε πάσαν την γην Αιγύπτου 7εποίησαν δε ωσαύτως και οι επαοιδοί των Αιγυπτίων ταις φαρμακείαις αυτών και ανήγαγον τους βατράχους επί την γην Αιγύπτου 8και εκάλεσε Φαραώ Μωυσήν και Ααρών και είπεν εύξασθε περί εμού προς κύριον και περιελέτω τους βατράχους απ΄ εμού και από του λαού μου και εξαποστελώ τον λαόν και θύσουσι κυρίω 9είπε δε Μωυσής προς Φαραώ τάξαι προς με πότε εύξομαι περί σου και περί των θεραπόντων σου και του λαόυ σου αφανίσαι τους βατράχους από σου και από του λαού σου και απο των οικιών υμών πλην εν τω ποταμώ υπολειφθήσονται 10ο δε είπεν εις αύριον είπεν ουν ως είρηκας ίνα ειδής ότι ουκ έστιν άλλος πλην κυρίου 11και περιαιρεθήσονται οι βάτραχοι από σου και από των οικιών υμών και από των θεραπόντων σου και από του λαού σου πλην εν τω ποταμώ υπολειφθήσονται 12εξήλθε δε Μωυσής και Ααρών από Φαραώ και ανεβόησε Μωυσής προς κύριον περί του ορισμόυ των βατράχων ως ετάξατο Φαραώ 13εποίησε δε κύριος καθάπερ είπε Μωυσής και ετελεύτησαν οι βάτραχοι εκ των οικιών και εκ των επαύλεων και εκ των αγρών 14και συνήγαγον αυτούς θημωνίας θημωνίας και επώζεσεν η γη

Midges Cover Man and Beast

15ιδών δε Φαραώ ότι γέγονεν ανάψυξις εβαρύνθη η καρδία αυτού και ουκ εισήκουσεν αυτών καθάπερ ελάλησε κύριος 16είπε δε κύριος προς Μωυσήν είπον Ααρών έκτεινον τη χειρί την ράβδον σου και πάταξον το χώμα της γης και έσονται σκνίπες εν πάση γη Αιγύπτου 17εξέτεινεν ουν Ααρών τη χειρί την ράβδον και επάταξε το χώμα της γης και εγένοντο οι σκνίπες εν τε τοις ανθρώποις εν τε τοις τετράποσι και εν παντί χώματι της γης εγένοντο οι σκνίπες εν πάση γη Αιγύπτου 18εποίησαν δε ωσαύτως και οι επαοιδοί ταις φαρμακείαις αυτών εξαγαγείν τον σκνίπα και ουκ ηδύναντο και εγένοντο οι σκνίπες εν τε τοις ανθρώποις και εν τοις τετράποσιν 19είπαν ουν οι επαοιδοί τω Φαραώ δάκτυλος θεού εστι τούτο και εσκληρύνθη η καρδία Φαραώ και ουκ εισήκουσεν αυτών καθάπερ ελάλησε κύριος

The Dog-fly Covers the Land of Egypt

20είπε δε κύριος προς Μωυσήν όρθρισον τοπρωϊ και στήθι εναντίον Φαραώ και ιδού αυτός εξελεύσεται επί το ύδωρ και ερείς προς αυτόν τάδε λέγει κύριος εξαπόστειλον τον λαόν μου ίνα μοι λατρεύσωσιν εν τη ερήμω 21εάν δε μη βούλη εξαποστείλαι τον λαόν μου ιδού εγώ εξαποστελλώ επί σε και επί τους θεράποντάς σου και επί τον λαόν σου και επί τους οίκους υμών κυνόμυιαν και πλησθήσονται αι οικίαι των Αιγυπτίων της κυνομυίας και εις την γην εφ΄ ης εισίν επ΄ αυτής 22και παραδοξάσω εν τη ημέρα εκείνη την γην Γεσέμ εφ΄ ης ο λαός μου εστίν επ΄ αυτής εφ΄ ης ουκ έσται εκεί η κυνόμυια ίνα είδης ότι εγώ ειμι κύριος πάσης της γης 23και δώσω διαστολήν αναμέσον του εμού λαού και αναμέσον του σου λαού εν δε τη αύριον έσται το σημείον τούτο επί της γης 24εποίησε δε κύριος ούτως και παρεγένετο η κυνόμυια πλήθος εις τους οίκους Φαραώ και εις τους οίκους των θεραπόντων αυτού και εις πάσαν γην Αιγύπτου και εξωλοθρεύθη η γη από της κυνομύιας 25εκάλεσε δε Φαραώ Μωυσήν και Ααρών λέγων ελθόντες θύσατε τω θεώ υμών εν τη γη 26και είπε Μωυσής ου δυνατόν γενέσθαι ούτως τα γαρ βδελύγματα των Αιγυπτίων θύσομεν κυρίω τω θεώ ημών εάν γαρ θύσωμεν τα βδελύγματα των Αιγυπτίων εναντίον αυτών λιθοβοληθησόμεθα 27οδόν τριών ημερών πορευσόμεθα εις την έρημον και θύσομεν κυρίω τω θεώ ημών καθάπερ είπεν ημίν 28και είπε Φαραώ εγώ αποστελλώ υμάς και θύσατε τω κυρίω τω θεώ υμών εν τη ερήμω αλλ΄ ου μακράν αποτενείτε πορευθήναι εύξασθε ουν περί εμού προς κύριον 29είπε δε Μωυσής ίδε εγω εξελεύσομαι από σου και εύξομαι προς τον θεόν και απελεύσεται η κυνόμυια από σου και από των θεραπόντων σου και από του λαού σου αύριον μη προσθής έτι Φαραώ εξαπατήσαι του μη εξαποστείλαι τον λαόν θύσαι κυρίω 30εξήλθε δε Μωυσής από Φαραώ και ηύξατο προς τον θεόν 31εποίησε δε κύριος καθάπερ είπε Μωυσής και περιείλε την κυνόμυιαν από Φαραώ και από των θεραπόντων αυτού και από του λαού αυτού και ου κατελείφθη ουδεμία 32και εβάρυνε Φαραώ την καρδίαν αυτού και επί του καιρού τούτου και ουκ ηθέλησεν εξαποστείλαι τον λαόν
Copyright information for ABPGRK