Exodus 9

CHAPTER 9

Death of the Egyptian Livestock

είπε δε κύριος προς Μωυσήν είσελθε προς Φαραώ και ερείς αυτώ τάδε λέγει κύριος ο θεός των Εβραίων εξαπόστειλον τον λαόν μου ίνα λατρεύσωσί μοι ει μεν ουν μη βούλη εξαποστείλαι τον λαόν μου αλλ΄ έτι εγκρατείς αυτού ιδού χειρ κυρίου έσται εν τοις κτήνεσί σου τοις εν τοις πεδίοις και εν τε τοις ίπποις και εν τοις υποζυγίοις και ταις καμήλοις και βουσί και προβάτοις θάνατος μέγας σφόδρα και παραδοξάσω εγώ εν τω καιρώ εκείνω αναμέσον των κτηνών των Αιγυπτίων και αναμέσον των κτηνών των υιών Ισραήλ και ου τελευτήσει από πάντων των του υιών Ισραήλ ρητόν και έδωκεν ο θεός όρον λέγων εν τη αύριον ποιήσει κύριος το ρήμα τούτο επί της γης και εποίησε κύριος το ρήμα τούτο τη επαύριον και ετελεύτησε πάντα τα κτήνη των Αιγυπτίων από δε των κτηνών των υιών Ισραήλ ουκ ετελεύτησεν ουδέν ιδών δε Φαραώ ότι ουκ ετελεύτησεν από πάντων των κτηνών των υιών Ισραήλ ουδέν εβαρύνθη η καρδία Φαραώ και ουκ εξαπέστειλε τον λαόν

Boils Break Out in the Land of Egypt

είπε δε κύριος προς Μωυσήν και Ααρών λέγων λάβετε υμείς πλήρεις τας χείρας αιθάλης καμιναίας και πασάτω Μωυσής εις τον ουρανόν εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού και γενηθήτω κονιορτός επί πάσαν την γην Αιγύπτου και έσται επί τους ανθρώπους και επί τα τετράποδα έλκη φλυκτίδες αναζέουσαι εν τε τοις ανθρώποις και εν τοις τετράποσι και εν πάση γη Αιγύπτου 10 και έλαβε την αιθάλην της καμιναίας εναντίον Φαραώ και έπασεν αυτήν Μωυσής εις τον ουρανόν και εγένετο έλκη φλυκτίδες αναζέουσαι εν τε τοις ανθρώποις και εν τοις τετράποσι 11 και ουκ ηδύναντο οι φαρμακοί στήναι εναντίον Μωυσή διά τα έλκη εγένετο γαρ τα έλκη εν τοις φαρμακοίς και εν πάση γη Αιγύπτω 12 εσκλήρυνε δε κύριος την καρδίαν Φαραώ και ουκ εισήκουσεν αυτών καθά συνέταξε κύριος τω Μωυσή

Hail of Destruction upon Egypt

13 είπε δε κύριος προς Μωυσήν όρθρισον τοπρωϊ και στήθι εναντίον Φαραώ και ερείς προς αυτόν τάδε λέγει κύριος ο θεός των Εβραίων εξαπόστειλον τον λαόν μου ίνα λατρεύσωσί μοι 14 εν τω γαρ νυν καιρώ εγώ εξαποστέλλω πάντα τα συναντήματά μου εις την καρδίαν σου και των θεραπόντων σου και του λαού σου ίνα είδης ότι ουκ έστιν άλλος ως εγώ εν πάση τη γη 15 νυν γαρ αποστείλας την χείρα μου πατάξω σε και τον λαόν σου θανατώσω και εκτριβήση από της γης 16 και ένεκεν τούτου διετηρήθης ίνα ενδείξωμαι εν σοι την ισχύν μου και όπως διαγγελή το όνομά μου εν πάση τη γη 17 έτι ουν συ εμποιή του λαού μου του μη εξαποστείλαι αυτούς 18 ιδού εγώ ύω ταύτην την ώραν αύριον χάλαζαν πολλήν σφόδρα ήτις τοιαύτη ου γέγονεν εν Αιγύπτω αφ΄ ης ημέρας έκτισται και έως της ημέρας ταύτης 19 νυν ουν κατάσπευσον συναγαγείν τα κτήνη σου και όσα σοι εστιν εν τω πεδίω πάντες γαρ οι άνθρωποι και τα κτήνη όσα αν ευρεθή εν τοις πεδίοις και μη εισέλθη εις οικίαν πέση δε επ΄ αυτά η χάλαζα τελευτήσει 20 ο φοβούμενος το ρήμα κυρίου των θεραπόντων Φαραώ συνήγαγε τα κτήνη αυτού εις τους οίκους 21 ος δε μη προσέσχε τη διανοία εις το ρήμα κυρίου αφήκε τα κτήνη εν τοις πεδίοις 22 είπε δε κύριος προς Μωυσήν έκτεινον την χείρά σου εις τον ουρανόν και έσται χάλαζα επί πάσαν την γην Αιγύπτου επί τε τους ανθρώπους και τα κτήνη και επί πάσαν βοτάνην την επί της γης 23 εξέτεινε δε Μωυσής την χείρα εις τον ουρανόν και κύριος έδωκε φωνάς και χάλαζαν και διέτρεχε το πυρ επί της γης και έβρεξε κύριος χάλαζαν επί πάσαν γην Αιγύπτου 24 ην δε η χάλαζα και το πυρ φλογίζον εν τη χαλάζη η δε χάλαζα πολλή σφόδρα ήτις ου γεγονε τοιαύτη εν Αιγύπτω αφ΄ ης γεγένηται επ΄ αυτής έθνος 25 επάταξε δε η χάλαζα εν πάση γη Αιγύπτου πάντα όσα ην εν τω πεδίω από ανθρώπου έως κτήνους και πάσαν βοτάνην την εν τω πεδίω επάταξεν η χάλαζα και πάντα τα ξύλα τα εν τοις πεδίοις συνέτριψε 26 πλην εν γη Γεσέμ ου ήσαν οι υιοί Ισραήλ ουκ εγένετο η χάλαζα 27 αποστείλας δε Φαραώ εκάλεσε τον Μωυσήν και Ααρών και είπεν αυτοίς ημάρτηκα το νυν ο κύριος δίκαιος εγώ δε και ο λαός μου ασεβείς 28 εύξασθε ουν προς κύριον και παυσάσθω του γενηθήναι φωνάς θεού και χάλαζαν και πυρ και εξαποστελώ υμάς και ουκέτι προστεθήσεσθε μένειν 29 είπε δε αυτώ Μωυσής ως αν εξέλθω την πόλιν εκπετάσω τας χείράς μου προς τον κύριον και αι φωναί παύσονται και η χάλαζα και ο υετός ουκ έσται έτι ίνα γνώς ότι του κυρίου η γη 30 και συ και οι θεράποντές σου επίσταμαι ότι ουδέπω πεφόβησθε τον κύριον 31 το δε λίνον και η κριθή επλήγη η γαρ κριθή παρεστηκύια το δε λίνον σπερματίζον 32 ο δε πυρός και η ολύρα ουκ επλήγη όψιμα γαρ ην 33 εξήλθε δε Μωυσής από Φαραώ εκτός της πόλεως και εξεπέτασε τας χείρας προς κύριον και αι φωναί επαύσαντο και η χάλαζα και ο υετός ουκ έσταξεν έτι επί την γην 34 ιδών δε Φαραώ ότι πέπαυται ο υετός και η χάλαζα και αι φωναί προσέθετο του αμαρτάνειν και εβάρυνεν αυτού την καρδίαν και των θεραπόντων αυτού 35 και εσκληρύνθη η καρδία Φαραώ και ουκ εξαπέστειλε τους υιούς Ισραήλ καθάπερ ελάλησε κύριος τω Μωυσή
Copyright information for ABPGRK