Exodus 13

CHAPTER 13

Sanctification of the First-born

1είπε δε κύριος προς Μωυσήν λέγων 2αγίασόν μοι παν πρωτότοκον πρωτογενές διανοίγον πάσαν μήτραν εν τοις υιοίς Ισραήλ από ανθρώπου έως κτήνους εμόν εστιν 3είπε δε Μωυσής προς τον λαόν μνημονεύετε την ημέραν ταύτην εν η εξήλθετε εκ Αιγύπτου εξ οίκου δουλείας εν γαρ χειρί κραταιά εξήγαγεν υμάς κύριος εντεύθεν και ου βρωθήσεται ζύμη 4εν γαρ τη σήμερον υμείς εκπορεύεσθε εν μηνί των νέων 5και έσται ηνίκα αν εισαγάγη σε κύριος ο θεός σου εις την γην των Χαναναίων και Χετταίων και Αμορραίων και Ευαίων και Ιεβουσαίων και Γεργεσαίων και Φερεζαίων ην ώμοσε τοις πατράσι σου δούναί σοι γην ρέουσαν γάλα και μέλι και ποιήσεις την λατρείαν ταύτην εν τω μηνί τούτω 6εξ ημέρας έδεσθε άζυμα τη δε ημέρα τη εβδόμη εορτή κυρίου 7άζυμα έδεσθε επτά ημέρας ουκ οφθήσεταί σοι ζυμωτόν ουδέ έσται σοι ζύμη πάσι τοις ορίοις σου 8και αναγγελείς τω υιώ σου εν τη ημέρα εκείνη λέγων διά τούτο εποίησε κύριος ο θεός μοι ως εξεπορεύομην εξ Αιγύπτου 9και έσται σοι εις σημείον επί της χειρός σου και μνημόσυνον προ οφθαλμών σου όπως αν γένηται ο νόμος κυρίου εν τω στόματί σου εν γαρ χειρί κραταιά εξήγαγέ σε κύριος εξ Αιγύπτου 10και φυλάξασθε τον νόμον τούτον κατά καιρούς ωρών αφ΄ ημερών εις ημέρας 11και έσται ως αν εισαγάγη σε κύριος ο θεός σου εις την γην των Χαναναίων ον τρόπον ώμοσε τοις πατράσι σου και δώσει σοι αυτήν 12και αφοριείς παν διανοίγον μήτραν τα αρσενικά τω κυρίω παν διανοίγον μήτραν εκ των βουκολίων εν τοις κτήνεσί σου όσα αν γένηταί σοι τα αρσενικά τω κυρίω 13παν διανοίγον μήτραν όνου αλλάξεις προβάτω εάν δε μη αλλάξης λυτρώση αυτό παν πρωτότοκον ανθρώπου των υιών σου λυτρώση 14εάν δε ερωτήση σε ο υιός σου μετά ταύτα λέγων τι τούτο και ερείς αυτώ ότι εν χειρί κραταιά εξήγαγεν ημάς κύριος εκ γης Αιγύπτου εξ οίκου δουλείας 15ηνίκα δε εσκλήρυνε Φαραώ εξαποστείλαι ημάς απέκτεινε κύριος παν πρωτότοκον εν γη Αιγύπτου από πρωτοτόκων ανθρώπων έως πρωτοτόκων κτηνών διά τούτο εγώ θύω τω κυρίω παν διανοίγον μήτραν τα αρσενικά τω κυρίω και παν πρωτοτόκον των υιών μου λυτρώσομαι 16και έσται εις σημείον επί της χειρός σου και ασάλευτον προ των οφθαλμών σου εν γαρ χειρί κραταιά εξήγαγέ σε κύριος εξ Αιγύπτου 17ως δε εξαπέστειλε Φαραώ τον λαόν ουχ ωδήγησεν αυτούς ο θεός οδόν γης Φυλιστιείμ ότι εγγύς ην είπε γαρ ο θεός μή ποτε μεταμελήση τω λαώ ιδόντι πόλεμον και αποστρέψη εις Αίγυπτον 18και εκύκλωσεν ο θεός τον λαόν οδόν την εις την έρημον εις την ερυθράν θάλασσαν πέμπτη δε γενεά ανέβησαν οι υιοί Ισραήλ εκ γης Αιγύπτου 19και έλαβε Μωυσής τα οστά Ιωσήφ μεθ΄ εαυτού όρκω γαρ ώρκισεν Ιωσήφ τους υιούς Ισραήλ λέγων επισκοπή επισκέψεται κύριος υμάς και συνανοίσετε τα οστά μου εντεύθεν μεθ΄ υμών 20εξάραντες δε οι υιοί Ισραήλ εκ Σοχώθ εστρατοπέδευσαν εν Οθώμ παρά την έρημον

The Pillars of Cloud and Fire

21ο δε θεός ηγείτο αυτών ημέρας μεν εν στύλω νεφέλης δείξαι αυτοίς την οδόν την δε νύκτα εν στύλω πυρός 22ουκ εξέλιπεν ο στύλος της νεφέλης ημέρας και ο στύλος του πυρός νυκτός εναντίον παντός του λαού
Copyright information for ABPGRK